2nd honorary decree of demos [of Priene] for Larichos; c. 280 BC; found at Priene: GIBM 415, ll. 19-26; OGIS 215II; *IPriene 18, ll. 20-7 (PH, part); Gauthier, JS 1980, 35-50; SEG 30, 1360.  
[ ] IPri 18.20-27
See also:
20 [ἐπὶ στεφανηφόρου Ἱπποθῶντος. μηνὸς Μεταγειτνιῶνος, ἔδοξε τῶ[ι]
δήμωι, γνώμηι στρατηγῶν· περὶ τῶν [τιμ]ῶν τῶμ πρότερον ἐψηφισμέ-
νων Λαρίχωι τὰ μὲν ἄλλα εἶναι καθ[ὼς] πρότερον ὁ δῆμος ἐψήφιστ[αι·]
στῆσαι δὲ Λαρίχου εἰκόνα χαλκῆν ἐφ’ ἵππου ἐν τῆι ἀγορᾶι ἀντὶ τῆς
πρότερον ἐψηφισμένης αὐτῶι· ὑπάρχειν δὲ Λαρίχωι ἀτέλειαγ καὶ τῶ[γ]
25 κτηνῶγ καὶ τῶν σωμάτων ὅσα ἂν ὑπάρχηι ἔν τε [τ]οῖς ἰδίοις κτήμασ[ι]
καὶ ἐν τῆι πόλει, ὅπως ἂμ φαίνηται ὁ δῆμος χάριτας ἀποδιδοὺς
Λαρίχωι τῶν εὐεργετημάτων ἀξίας.
Search Help