Decree of Myus concerning the establishment of a priesthood for Eumenes II.  Anta block of white marble, from Myous; inscribed two times (nos. 1029, 1040).
[ ] Ionia — Miletos — Myus: Temple of Apollo — ca. 158 BC — MDAI(I) 15 (1965) 96, 2b — SEG 36.1048 — Schenkungen I (1995) 356, 287[E]
See also:
1 [․․․]ΔΗΜΟ[— 5-6 —]ΕΣ․․ΑΕ[— c.6 —]ΟΝΕΞ․․ΣΑ[— — — — — — — — — — — —]
φιλοδοξίαν· τὸ δὲ συναχθὲν π[λ]ῆθος ἐγδανείσουσιν, ὅπως ἡ πίπτουσ[α ἀπ’ αὐτοῦ]
πρόσοδος ὑπάρχῃ εἰς τὰ διὰ τοῦ ψηφίσματος ἀποτεταγμένα· τὸν δὲ [— —]
τον γραμματέα προνοιῆσαι ἐν ἀρχαιρεσίαις ὅπως ἱερωσύνη πραθ[ῇ ἡ]
5 Εὐμένους θεοῦ, αἱρεθῶσι δὲ καὶ ἄνδρες οἵτινες διαγραφήν τε εἰσοίσου[σιν περὶ τῆς]
ἱερωσύνης καὶ τὰ ἐψηφισμένα εἰς τοὺς νόμους κατατάξουσιν τοὺς [— — — —]
ὑπάρχοντας Μυησίοις, ἀναγραφῇ δὲ καὶ τόδε τὸ ψήφισμα εἴς τε τὸ βῆ[μα ἐφ’ οὗ]
σταθήσεται ἡ τοῦ βασιλέως εἰκὼν καὶ εἰς τὴν παραστάδα τοῦ ναοῦ [τοῦ Ἀπόλλω]-
νος το[ῦ Τ]ερμινθέως· τὸ δὲ ἐσόμενον εἰς ταῦτα ἀνήλωμα ὑπηρετῆσ[αι τὸν τα]-
10 μίαν ἀ[πὸ ἁ]πάσης τῆς προσόδου καὶ ἐγγράψασθαι εἰς τὸν λόγον· ἑλέ[σθαι δὲ δύο]
πρεσβ[ευτ]άς, τοὺς δὲ αἱρεθέντας ἀφικομένους πρὸς τὸν [βασιλέα τό τε ψήφισ]-
[μα] ἀποδοῦναι καὶ παρακαλεῖν τὸν βασιλέα ὅπως προν[οιησάμενος τῶν τοῦ θε]-
[οῦ] τιμῶν καὶ τῶν τοῦ δήμου ἐνδόξων ἀεί τινος ἀγαθοῦ [παραίτιος γένηται ἡ]-
[μῖν]· προνοιῆσαι δὲ καὶ ὅπως ἀνασταθῇ ὑπ’ αὐτοῦ ὁ περὶ τ[— — — 15-18 — — —]
15 [καθ]ότι καὶ διὰ τοῦ πρότερον ψηφίσματος ὁ δῆμος τὴμ π[— — — — — — — — —]
․․․․ο καὶ Εἰρηνίας δὲ τοὺς καθήκοντας λόγους πράσσει[ν ὑπέσχετο, καὶ ποιεῖν]
[ὅτι ἂν] ἀγαθὸν δύνωνται τῶι δήμωι. ἡιρέθησαν Εἰρηνίας Εἰ[ρηνίου — c.10 — —]
[— c.7 —]ίδου. vac.
Search Help
Contact Us