Decree (of Miletos or Myous) concerning foundation
involving priesthood of Eumenes II; 165/158 BC: *Herrmann,
MDAI(I) 15, 1965, pp. 96-117, no. 2b (PH); Kleine, MDAI(I) Beih.
31, 1986, 129-140; SEG 36, 1048.
| 1 | [․․․]ΔΗΜΟ[․5-6․․]ΕΣ․[․]ΑΕ․[․c.6․․]ΟΝΕΧ․․ΣΑ[—] |
| φιλοδοξίαν· τὸ δὲ συναχθὲν π[λ]ῆθος ἐγδανείσουσιν, ὅπως ἡ πίπτουσ[α ἀπ’ αὐτοῦ —] | |
| πρόσοδος ὑπάρχῃ εἰς τὰ διὰ τοῦ ψηφίσματος ἀποτεταγμένα· τὸν δὲ [—] | |
| τον γραμματέα προνοιῆσαι ἐν ἀρχαιρεσίαις ὅπως ἱερωσύνη πραθ[ῇ ἡ —] | |
| 5 | Εὐμένους θεοῦ, αἱρεθῶσι δὲ καὶ ἄνδρες οἵτινες διαγραφήν τε εἰσοίσου[σιν περὶ τῆς —] |
| ἱερωσύνης καὶ τὰ ἐψηφισμένα εἰς τοὺς νόμους κατατάξουσιν τοὺς [—] | |
| ὑπάρχοντας Μυησίοις, ἀναγραφῇ δὲ καὶ τόδε τὸ ψήφισμα εἴς τε τὸ βῆ[μα ἐφ’ οὗ —] | |
| σταθήσεται ἡ τοῦ βασιλέως εἰκὼν καὶ εἰς τὴν παραστάδα τοῦ ναοῦ [τοῦ Ἀπόλλω]- | |
| νος το[ῦ Τ]ερμινθέως· τὸ δὲ ἐσόμενον εἰς ταῦτα ἀνήλωμα ὑπηρετῆσ[αι τὸν τα]- | |
| 10 | μίαν ἀ[πὸ ἁ]πάσης τῆς προσόδου καὶ ἐγγράψασθαι εἰς τὸν λόγον· ἑλέ[σθαι δὲ δύο] |
| πρεσβ[ευτ]άς, τοὺς δὲ αἱρεθέντας ἀφικομένους πρὸς τὸν [βασιλέα τό τε ψήφισ]- | |
| [μα] ἀποδοῦναι καὶ παρακαλεῖν τὸν βασιλέα ὅπως προν[οιησάμενος τῶν ἑαυ]- | |
| [τοῦ] τιμῶν καὶ τῶν τοῦ δήμου ἐνδόξων ἀεί τινος ἀγαθοῦ [παραίτιος γένηται ἡ]- | |
| [μῖν·] προνοιῆσαι δὲ καὶ ὅπως ἀνασταθῇ ὑπ’ αὐτοῦ ὁ περὶ τ[․․․․․15-18․․․․․․] | |
| 15 | [καθ]ότι καὶ διὰ τοῦ πρότερον ψηφίσματος ὁ δῆμος τὴμ π[—] |
| [․․․]ο καὶ Εἰρηνίας δὲ τοὺς καθήκοντας λόγους πράσσει[ν ὑπέσχετο, καὶ ποιεῖν] | |
| [ὅτι ἂν] ἀγαθὸν δύνωνται τῶι δήμωι. ἡιρέθησαν Εἰρηνίας Εἰ[ρηνίου, ․․․․10․․․․] | |
| [․․․7․․․]ίδου. |