Foundation of a family cult dedicated to Artemis [-]a, Zeus Hikesios, and the Theoi Patroioi. Intact stele of white marble.
[ ]
Kos Isl. — Isthmos (Kefalos) — ca. 200-150 BC — BSAAlex 40 (1953) 35-62 — SEG 14.529 — F. Sokolowski, LSCG (1969) 171
See also:
1 | 〚 rasura? 〛 τὸ τέ[μενος τόδε ἔστω] vacat |
ἱερὸν Ἀρτέμιτο[ς — — —]ας καὶ Διὸς Ἱκ[ε]- | |
σίου καὶ Θεῶν πατρώιων· ἀνέθηκε δὲ | |
Πυθίων Στ̣ασίλα καὶ ἁ ἱέρεια 〚 rasura 〛 παιδ- | |
5 | ίον ὧι ὄνομα Μακαρῖνος ἐλεύθερον ἱε- |
ρὸν τᾶς θεοῦ, ὅπως ἐπιμέληται τοῦ ἱερο[ῦ] | |
καὶ τῶν συνθυόντων πάντων διακονῶν | |
καὶ ὑπηρετῶν ὅσσωγ κα δῆι ἐν τῶι ἱερῶι· | |
ἐπιμελέσθω καὶ Μακαρῖνος καὶ τῶν ἄλλων | |
10 | ἱερῶν καὶ βεβάλων καθάπερ καὶ ἐν τᾶι ἱερᾶι δέλ- |
τωι γέγραπται, καὶ τῶν λοιπῶν ὧγ καταλεί- | |
πει Πυθίων καὶ ἁ ἱέρεια· τοῖς δὲ ἐπιμελομέ- | |
νοις καὶ συναύξουσι τὸ ἱερὸν εὖ αὐτοῖς | |
εἴη καὶ αὐτοῖς καὶ τέκνοις εἰς τὸν ἀεὶ χρόνον· | |
15 | ἁγνὸν εἰσπορεύεσθαι, τὸ δὲ ἱερὸν ἔστω |
τῶν υἱῶν πάντων κοινόν, ἀπὸ λεχοῦς καὶ | |
ἐγ δια<φθ>ορᾶς ἁμέρας δέκα, ἀπὸ γυναικὸς τρεῖ[ς]. | |
vacat 0,105 |