[ ]
Kos Isl. — Isthmos: Kephalos — 2nd c. BC — BSAAlex 40 (1953) 35-62 — cf. SEG 28.695
See also:
| [— — — — — — — — — — — — — — — — —](?) | |
| 1 | [ἱερὸν ἔστω τόδε] τὸ τέ[μενος καὶ τὸ] vvvvv |
| ἱερὸν Ἀρτέμιτο[ς ․․․․․․․․]ας καὶ Διὸς Ἱκ[ε]- | |
| σίου καὶ Θεῶν Πατρώιων· ἀνέθηκε δὲ | |
| Πυθίων Στασίλα καὶ ἁ ἱέρεια 〚[․․․․]〛 παιδ- | |
| 5 | ίον ὧι ὄνομα Μακαρῖνος ἐλεύθερον ἱε- |
| ρὸν τᾶς θεοῦ, ὅπως ἐπιμέληται τοῦ ἱερο[ῦ] | |
| καὶ τῶν συνθυόντων πάντων διακονῶν | |
| καὶ ὑπηρετῶν ὅσσωγ κα δῇ ἐν τῶι ἱερῶι· | |
| ἐπιμελέσθω καὶ Μακαρῖνος καὶ τῶν ἄλλων | |
| 10 | ἱερῶν καὶ βεβάλων καθάπερ καὶ ἐν τᾶι ἱερᾶι δέλ- |
| τωι γέγραπται, καὶ τῶν λοιπῶν ὧγ καταλεί- | |
| πει Πυθίων καὶ ἁ ἱέρεια· τοῖς δὲ ἐπιμελομέ- | |
| νοις καὶ συναύξουσι τὸ ἱερόν, εὖ αὐτοῖς | |
| ἔη καὶ αὐτοῖς καὶ τέκνοις εἰς τὸν ἀεὶ χρόνον· | |
| 15 | ἁγνὸν εἰσπορεύεσθαι —— τὸ δὲ ἱερὸν ἔστω |
| τῶν υἱῶν πάντων κοινόν —— ἀπὸ λεχοῦς καὶ | |
| ἐγ δια<φθ>ορᾶς ἁμέρας δέκα, ἀπὸ γυναικὸς τρεῖ[ς]. |