Diagraphe for the sale of the priesthood of Aphrodite Pontia. Opisthographic stele of gray marble, broken at the bottom; face A erased and reinscribed with a later dedication (AA [1903] 193, 2).
[ ]
Kos Isl. — Kos — Asklepieion — late 2nd c. BC — Chiron 30 (2000) 415, 1 — SEG 50.766 — SEG 55.932
See also:
| face B, back.1 | ἁ δὲ πρᾶξις ἔστω τᾶι ἱερείαι κατὰ τῶν μὴ ἐπιτελεσάντων τ[ὰ γεγραμμέ]- |
| να καθάπερ ἐγ δίκας· ὅπως δὲ μηδεμία ἀντιλογία γίνηται ὁπ̣[οθενοῦν μη]- | |
| θε̣ν̣ὶ̣ ποτὶ μηδένα περὶ τᾶς ἀξίας τῶν ἱερείων, ἐξέστω τῶι θύ[οντι, αἴ] | |
| τίς κα δήληται, ὧν ὅσιόν ἐστιν θύεν τᾶι θεῶι καταβαλεῖν τῶν [γερῶν] | |
| 5 | τὸ διατεταγμένον· τοὶ στρατευόμενοι ἐν ταῖς μακραῖς ναυσὶν ἐ̣[πεί] |
| κα καταλύωντι τὸν πλοῦν θυόντω τᾶι Ἀφροδίται τᾶι Ποντίαι ἐπὶ τ[οῦ] | |
| προγεγραμμένου βωμοῦ ἱερεῖον τέλειον ἀφ’ ἑκάστας σκανᾶς ἀπὸ | |
| δραχμᾶν τριάκοντα ἢ καταβαλλόντω τῶν γερῶν καθ’ ἑκάσταν σκα- | |
| νὰν τᾶι ἱερείαι δραχμὰς δεκαπέντε καὶ ἐς τὸν θησαυρὸν δραχμάν· | |
| 10 | ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾷ |
| Ἀφροδίται ἐπὶ μὲν βοῒ δραχμὰς δύο, ἐπὶ δὲ τοῖς ἄλλοις τῶν μὲν τε- | |
| λείων δραχμάν, τῶν δὲ ἀτελείων τριώβολ<ο>ν̣, ὄρν{ις}ιθος {²⁶ὄρνιθος}²⁶ δὲ ὀβολόν, | |
| χωρὶ τῶν προδιατεταγμένων κατὰ τάνδε τὰν διαγραφάν· ἐξέσστ<ω> | |
| δὲ τᾷ ἱερείᾳ καὶ ἀπομίσθωσιν ποιήσασθαι τούτων· ὁ δὲ ἀπομισθω- | |
| 15 | σάμενος ἐχέτω τὰν ἐξουσ{ι}ίαν {²⁶ἐξουσίαν}²⁶ πράσσεσθαι [κ]αθὰ καὶ τὰν ἱέρειαν γέ- |
| γραπται· τᾶν δὲ κλαικῶν τῶν θησαυρῶν κυριευόντω τοὶ προστάται | |
| καὶ ἀνοιγόντω μετὰ τᾶς ἱερείας καθ’ ἕκαστον ἐνιαυτὸν ἐμ μηνὶ Δα- | |
| λίωι καὶ τὸ μὲν ἥμισσον ἔστω τᾶς ἱερείας, τὸ δὲ ἥμισσον ἀναπεμπόν- | |
| τω ἐπὶ τὰν δαμοσίαν τράπεζαν ἐς τὸν ὑφεστακότα τᾶς θεοῦ λόγον | |
| 20 | κ̣αὶ λόγον χρηματιζόντω ἐς τὰ δαμόσια γράμματα· τὸ δὲ χρῆμα τοῦ- |
| το ὑπαρχέτω ἐς κατασκευάσματα ἅ κα δόξῃ τᾶι ἐκλησίαι, καὶ ἐς ἐπισ- | |
| κευὰν τοῦ ἱεροῦ· αἰ δέ κά τις ψαφίξηται ὥστε {ι} ἐς ἄλλο τι καταχρη[σ]θῆμεν | |
| τὰ ἐκ τῶν θησαυρῶν ἢ προστάτας προθῆι, ἀποτισάτω τῶν α<ἰτί>ων ἕκασ- | |
| τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω. | |
| 25 | ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω- |
| θῶντι σὺν τῶι πρότερον καταβαλλομένωι δραχμὰς πέντε ποιούμε- | |
| νοι τὰν καταβολὰν ἐπὶ τὸς ταμίας· διδόντω δὲ ἐς ἀπαρχὰν καὶ τοὶ | |
| ἁλιεῖς τοὶ ὁρμ<ώ>μενοι ἐκ τᾶς πόλιος καὶ τοὶ ναύκλαροι τοὶ πλέοντες | |
| περὶ τὰν χώραν καθ’ ἕκαστον πλοῖον τοῦ ἐνιαυτοῦ δραχμὰς πέντε· αἰ | |
| 30 | δέ τίς κα μὴ ἐπιτελέσηι τι τῶν ἐν τᾶιδε τᾷ διαγραφᾶι γεγραμμένων |
| ἢ μὴ θύσηι κατὰ τὰ ποτιτεταγμένα, ἀποτεισάτω τᾶι ἱερείαι τὰ ἐφ’ ἑκάσ- | |
| τοις γεγραμμένα ἐπιτίμια, ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας· | |
| κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων αὐ- | |
| τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδί- | |
| 35 | τας, φαινέτω δὲ ὁ χρῄζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωσύ- |
| νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλιν ἀ- | |
| πὸ δραχμᾶν ἑξακοσιᾶν· v τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν θυσί- | |
| αν καὶ τὰν ἀναγραφὰν τᾶς διαγραφᾶς τοὶ ταμίαι προτελεσάντω καὶ ἀπο- | |
| λογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας· ἁ δὲ πριαμένα τὰν ἱερωσύναν [ἱ]- | |
| 40 | ε̣ράσθω ἐπὶ βίου· καταβολὰς δὲ ποιησεῖται τρεῖς ἀργ̣υρίου, τὰμ μὲν πράταν ἐμ μη- |
| νὶ Ἀλσείωι τῶι ἐπὶ μονάρχου Χαιρεδάμου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Βατρο- | |
| [μ]ίωι τῶι μετὰ μόναρχον Χαιρέδαμον, τὰν δὲ τρίταν ἐμ μηνὶ Δαλίωι τῶι ἐ- | |
| [πὶ τ]οῦ αὐτοῦ μονάρχου· καὶ ἐπεὶ ὁ δᾶμος εὐσεβῶς διακείμενος κατεσκε̣[ύ]- | |
| [ακε ποτὶ] τῶι ἐπὶ θαλάσσαι ἱερῶι καὶ ἄλλα χ̣ρηστήρια, καρπευέσθω καὶ ταῦ[τα] | |
| 45 | [ἁ ἱέρεια· τοὶ δ]ὲ̣ π̣ωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ[ν] |
| [ἐς στάλαν λιθίναν κα]ὶ̣ ἀναθέμεν παρὰ τῶι βωμῶι τᾶς Ἀφροδίτας τᾶς Π[ον]- | |
| [τίας· ἀπομισθωσάντω δὲ καὶ] τ̣ελέσαι τὰν [ἱέρ]ειαν κατὰ τὰ νομιζόμενα [καὶ] | |
| [τὰν διαγραφάν· τὸ δὲ γενόμενον ἀνάλω]μα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφᾶ̣[ς] | |
| [καὶ τὰν στάλαν καὶ τὰν τελετὰν τᾶς ἱερείας καὶ τ]ὰν θυσίαν ἐπὶ τᾶι πράσε[ι] | |
| 50 | [τᾶς ἱερωσύνας καταβαλεῖ ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τᾶι πράται καταβολᾶι]. |