[ ]
Kos Isl. — Asklepieion — late 2nd/early 1st c. BC? — SEG 1.344 (excerpt = ll. 16-21) — R. Herzog, HGK, pp. 50-51 (excerpt = ll. 40-43) — Chiron 30 (2000) 415, 1
See also:
| front face.1 | {²Titulo eraso, incisa est dedicatio AA (1903) 193, 2.}² |
| back face.1 | ἁ δὲ πρᾶξις ἔστω τᾶι ἱερείαι κατὰ τῶν μὴ ἐπιτελεσάντων [τὰ γεγραμμέ]- |
| να καθάπερ ἐγ δίκας· ὅπως δὲ μηδεμία ἀντιλογία γίνηται ὁ[ποθενοῦν μη]- | |
| θε̣ν̣ὶ̣ ποτὶ μηδένα περὶ τᾶς ἀξίας τῶν ἱερείων, ἐξέστω τῶι θύ̣[οντι, αἴ] | |
| τ̣ίς κα δήληται, ὧν ὅσιόν ἐστιν θύεν τᾶι θεῶι καταβαλεῖν τῶν [γερῶν] | |
| 5 | τὸ διατεταγμένον· τοὶ στρατευόμενοι ἐν ταῖς μακραῖς ναυσὶν ἐ̣[πεί] |
| κα καταλύωντι τὸν πλοῦν θυόντω τᾶι Ἀφροδίται τᾶι Ποντίαι ἐπὶ τ[οῦ] | |
| προγεγραμμένου βωμοῦ ἱερεῖον τέλειον ἀφ’ ἑκάστας σκανᾶς ἀπὸ v | |
| δραχμᾶν τριάκοντα ἢ καταβαλλόντω τῶν γερῶν καθ’ ἑκάσταν σκα- | |
| νὰν τᾶι ἱερείαι δραχμὰς δεκαπέντε καὶ ἐς τὸν θησαυρὸν δραχμάν· | |
| 10 | ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾶ[ι] |
| Ἀφροδίται ἐπὶ μὲν βοὶ δραχμὰς δύο ἐπὶ δὲ τοῖς ἄλλοις τῶν μὲν τε- | |
| λείων δραχμάν, τῶν δὲ ἀ̣τ̣ελ̣εί̣ων τριώβολ<ο>ν̣, ὄρνι{σι}θος {²⁶ὄρνιθος}²⁶ δὲ ὀβολόν, | |
| χωρὶ τῶν προδιατεταγμένων κατὰ τάνδε τὰν διαγραφάν· ἐξέσστ̣ω̣ {²⁶ἐξέστω}²⁶ | |
| δὲ τᾷ ἱερείᾳ καὶ ἀπομίσθωσιν ποιήσασθαι τούτων, ὁ δὲ ἀπομισθω- | |
| 15 | σάμενος ἐχέτω τὰν ἐξουσίαν πράσσεσθαι καθὰ καὶ τὰν ἱέρειαν γέ- |
| γραπται· τᾶν δὲ κλαικῶν τῶν θησαυρῶν κυριευόντω τοὶ προστάται | |
| καὶ ἀνοιγόντω μετὰ τᾶς ἱερείας καθ’ ἕκαστον ἐνιαυτὸν ἐμ μηνὶ Δα- | |
| λίωι καὶ τὸ μὲν ἥμισσον ἔστω τᾶς ἱερείας, τὸ δὲ ἥμισσον ἀναπεμπόν- | |
| τω ἐπὶ τὰν δαμοσίαν τράπεζαν ἐς τὸν ὑφεστακότα τᾶς θεοῦ λόγον | |
| 20 | καὶ̣ λόγον χρηματιζόντω ἐς τὰ δαμόσια γράμματα· τὸ δὲ χρῆμα τοῦ- |
| το ὑπαρχέτω ἐς κατασκευάσματα ἅ κα δόξ̣ῃ τᾶι ἐκλησίαι {²⁶ἐκκλησίαι}²⁶ καὶ ἐς ἐπισ- | |
| κευὰν τοῦ ἱεροῦ· αἰ δέ κά τις ψαφίξηται ὥστε ἐς ἄλλο τι καταχρη[σ]θ̣ῆμεν | |
| τὰ ἐκ τῶν θησαυρῶν ἢ προστάτας προθῆι, ἀποτισάτω τῶν αἰ̣τίων ἕκασ- | |
| τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω· | |
| 25 | ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω- |
| θῶντι σὺν τῶι πρότερον καταβαλλομένωι δραχμὰς πέντε ποιούμε- | |
| νοι τὰν καταβολὰν ἐπὶ τὸς ταμίας· διδόντω δὲ ἐς ἀπαρχὰν καὶ τοὶ | |
| ἁλιεῖς τοὶ ὁρμόμενοι ἐκ τᾶς πόλιος καὶ τοὶ ναύκλαροι τοὶ πλέοντες | |
| περὶ τὰν χώραν καθ’ ἕκαστον πλοῖον τοῦ ἐνιαυτοῦ δραχμὰς πέντε· αἰ | |
| 30 | δέ τίς κα μὴ ἐπιτελέσηι τι τῶν ἐν τᾶιδ̣ε τ̣ᾷ̣ διαγραφᾶι γεγραμμένων |
| ἢ μὴ θύσηι κατὰ τὰ ποτιτεταγμένα, ἀποτεισάτω τᾶι ἱερείαι τὰ ἐφ’ ἑκάσ- | |
| τοις γεγραμμένα ἐπιτίμια· ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας· | |
| κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων α̣[ὐ]- | |
| τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδ[ί]- | |
| 35 | τας, φαινέτω δὲ ὁ χρήζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερω[σύ]- |
| νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλ[ιν ἀ]- | |
| πὸ δραχμᾶν ἑξακοσιᾶν, v τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν θυσί- | |
| αν καὶ τὰν ἀναγραφὰν τᾶς διαγραφᾶς τοὶ ταμίαι προτελεσάντω καὶ ἀπο- | |
| λογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας· ἁ δὲ πριαμένα τὰν ἱερωσύναν | |
| 40 | [ἱερά]σθω ἐπὶ βίου· καταβολὰς δὲ ποιησεῖται τρεῖς ἀ̣ργυ̣ρ̣ίου, τὰμ μὲν πράταν ἐμ μη- |
| νὶ Ἀλσείωι τῶι ἐπὶ μονάρχου Χαιρεδάμου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Βατρο- | |
| [μ]ίωι τῶι μετὰ μόναρχον Χαιρέδαμον, τὰν δὲ τρίταν ἐμ μηνὶ Δαλίωι τῶι ἐ- | |
| [πὶ το]ῦ αὐτοῦ μονάρχου· καὶ ἐπεὶ ὁ δᾶμος εὐσεβῶς διακείμενος κατ[ε]σ[κεύ]- | |
| [ακε ποτὶ] τ̣ῶι ἐπὶ θαλάσσαι ἱερῶι καὶ ἄλλα χ̣ρ̣ηστήρια, καρπευέσθω καὶ ταῦ[τα] | |
| 45 | [ἁ ἱέρεια· τοὶ δὲ] π̣ω̣[λ]η̣ταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ̣[ν] |
| [ἐς στάλαν λιθίναν κα]ὶ̣ ἀναθέμεν παρὰ τῶι βωμῶι τᾶς Ἀφροδίτας τᾶς Π[— —] | |
| [․․․․․· ἀπομισθωσάντω δὲ καὶ] τ̣ελέσαι τὰν [ἱέρ]ειαν κατὰ τὰ νομιζόμενα· [τοὶ] | |
| [δὲ ταμίαι προτελεσάντω τὰ ἀναλ]ώ̣ματα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφ[ᾶς] | |
| [τᾶσδε καὶ ἐς τὰν τελετὰν τᾶς ἱερείας καὶ ἐς τὰν θυσ]ίαν ἐπ[ὶ τᾶι πράσει] | |
| 50 | [καὶ ἀπολογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας]. |