Honorific decree of Naxos for judges from Kos. Six fragments of a stele of bluish marble; c and e now missing; f now defaced.
[ ]
Kos Isl. — Kos — Asklepieion — ca. 280 BC — Paton-Hicks (1891) 16 (a) — M. Segre, Iscr. di Cos (1993) ED 129 (a) — SEG 49.1106 (a-f)
See also:
| frg. a | [— — — — — — — — — — — — — — — — — —] |
| [— — — — — — — —]Ν̣Β̣#⁷[— — — — — — — —] | |
| [— — — βασι]λέως Πτολεμαίου καὶ τοΙ̣[— —] | |
| [— — — — —] ἠ̣ιτήσατο δικαστὰς καὶ διαλλ̣[α]- | |
| [κτὰς το]ὺ̣ς διακρινοῦντας περὶ τῶν ἀμφι[σ]- | |
| [βητουμέ]ν̣ων συμβολαίων, καὶ ἡ πόλις ἡ τῶν | |
| 5 | [Κώιων ἀπέ]στειλεν ἄνδρας καλοὺς κἀγαθούς, |
| [οἳ παραγε]ν̣όμενοι πρὸς ἡμᾶς περί τε τῶν ἀπο- | |
| [γεγραμμέν]ων ἀμφισβητήσεων καὶ τῶν ἄλλων | |
| [τῶν ἐπιτρ]α[πέ]ντων αὐτοῖς ὑπὸ τῆς πόλεως | |
| [τοὺς μὲν π]λείστους τῶν διαφερομένων ἀνα- | |
| 10 | [καλεσάμ]ενοι πολλάκις ἐφ’ αὑτοὺς διέλυον συμφε̣- |
| [ρόντως], τοὺς δὲ διέκρινομ μετὰ πάσης δικαι- | |
| [οσύνης· πλεί]ονος δὲ αὐτοῖς τοῦ χρόνου γινομένου | |
| [διὰ τὸ πλῆθο]ς̣ τῶν κρίσεων καὶ βουλομένων τῶν δ[ι]- | |
| [καστῶν πάλιν ἀναχωρῆ]σ̣αι πρὸς τὰ ἴδια, ὁ δῆμος | |
| 15 | [ὁ ἡμέτερος παρεκάλεσεν αὐ]τοὺς μετὰ Βάκχωνος |
| [τοῦ νησιάρχου παρ’ ἡμῖν παρα]μείναντας καὶ τὰ λο[ι]- | |
| [πὰ τῶν ἐπιτραπέντων αὐτοῖ]ς ἐξαγαγόντας μέ- | |
| [χρι τέλους συμπαραγίγνε]σθαι Ναξί̣ο̣ις, οἱ δὲ κα̣[ὶ] | |
| [ἐν τούτοις τῶι δήμωι χαρίζε]σθαι βουλόμενοι | |
| 20 | [πᾶσαν φιλοτιμίαν καὶ σπου]δὴν ἐποιήσαντ[ο] |
| [ὅπως — — — — — — — — — ἀ]ξίως̣ Ι̣Ι̣Γ̣[․]Ρ̣Ι̣[— —] | |
| lacuna | |
| frg. bcdef.22 | [— — — — — — — — — — — — — — — — — —ο]υς εἶναι |
| [— — — — — — — ἐπὶ τὴν τῶν συμβ]ο̣λ̣αίων οἰκονομ̣[ί]- | |
| [αν καὶ τῆς πρὸς τὸμ βασιλέα Πτο]λεμαῖον φιλίας ἕ- | |
| 25 | [νεκε καὶ εὐνοίας ἧς διατελεῖ] ἔ̣[χ]ο̣υσα καὶ στεφανῶ- |
| [σαι αὐτὴν χρυσῶι στ]ε̣φ̣ά̣νωι τῶι ἐκ τοῦ νόμου φιλο- | |
| [τιμίας ἕνεκεν κ]α̣ὶ̣ ε̣ὐνοίας τῆς πρὸς τὸν δῆμον | |
| [τὸν Ναξίων· ἐπ]εὶ δὲ πάντα συντετέλεσται κατὰ τὰς | |
| [εὐχὰς τὰς πρ]ότερογ γενηθείσας, ἀποδοῦναι τὰς | |
| 30 | [χάριτας τοῖς θ]εοῖς ὅταν ἡ βουλὴ καὶ ὁ δῆμος ψηφίση- |
| [ται καὶ θῦσα]ι τῶι Σωτῆρι Πτολεμαίωι ἱερεῖον τέλει- | |
| [ον· ἐπαινέσαι] δὲ καὶ τοὺς δικαστὰς vac. Ξάνθιππον | |
| [— — — — —, —]λ̣ιππίδην Φωκίωνος, v Φίλιστον Ἀρεταφά- | |
| [νους, v Να]σιώτ̣αν Νασιώτα, v Δείναρχον Τιμαίθου καὶ | |
| 35 | [στεφαν]ῶσα[ι] χρυσῶι στεφάνωι ἕκαστον αὐτῶν |
| [τῶι ἐκ τ]οῦ νόμου καὶ ἀνειπεῖν τὸν στέφανον τὸγ | |
| γ[ραμμα]τέα τῆς βουλῆς ἐν τῶι θεάτρωι Διονυσίων | |
| τῶ[ν μεγά]λων τραγωιδοῖς, ὅτι «ὁ δῆμος ὁ Ναξίων | |
| στ[εφανο]ῖ χρυσῶι στε[φά]νωι τόν τε δῆμον τὸγ Κώι- | |
| 40 | ων κ[αὶ το]ὺς δικαστὰς [τ]οὺς Κώιους ἀρετῆς ἕνε- |
| κα κα̣[ὶ εὐ]νοίας καὶ δικα[ιο]σ̣ύνης», ἀναγγέλλοντα {ς} | |
| πατρ[όθε]ν ἕκ[α]στον αὐ[τῶ]ν̣· εἶναι δὲ αὐτοὺς καὶ προ- | |
| ξένου[ς καὶ εὐ]εργέτας τ̣ο̣[ῦ] δήμου τοῦ Ναξίων καὶ | |
| α̣ὐτοὺ[ς καὶ ἐκ]γόνους τοὺς τούτων, ὑπάρχειν δ’ αὐ- | |
| 45 | [τ]ο̣ῖς κα[ὶ πρὸς] τὴμ βουλὴν καὶ τὸν δῆμον πρόσοδον |
| [πρ]ώ̣τοις [μετὰ] τὰ ἱερά, εἶναι δὲ αὐτοῖς ἐν σύλοις ἀσυ- | |
| [λία]ν κα[ὶ ἐμ πο]λ̣έμωι εἰρήνην καὶ προεδρίαν ἐν τοῖς | |
| [ἀγῶσι]ν οἷ[ς ὁ δῆμο]ς τίθησι· ὑπὲρ δὲ πολιτείας ὅπως αὐ- | |
| [τοῖς δοθῆι προγ]ραψάσθων οἱ στρατηγοὶ κατὰ τοὺς | |
| 50 | [νόμους ἐν τοῖς] χρόνοις τοῖς ἐκ τῶν νόμων, τοὺς δὲ |
| [ταμίας τοὺς π]ερὶ Εὐφάνην καὶ Μνησέαν δοῦναι τοῖς | |
| [δικασταῖς εἴς] τε τὸν στέφανον καὶ εἰς θυσίαν καὶ | |
| [εἰς ξένια καὶ εἰ]ς ἀπόστολον ἑκάστωι χιλίας δραχμάς· | |
| [ὅπως δὲ καὶ μν]ημονεύηται εἰς τὸν ἅπαντα χρόνον | |
| 55 | [ἥ τε τοῦ δήμο]υ̣ τοῦ Κώιων πρὸς τὸν δῆμον τὸν Ναξ[ί]- |
| [ων εὔνοια καὶ ἡ τ]ῶ̣ν δικαστῶν ἀρετὴ καὶ δικαιοσύνη | |
| [ἡ περὶ τὴν πόλιν] τὴν Ναξίων, ἐπιμεληθῆναι τοὺς στρα- | |
| [τηγοὺς τοὺς π]ε̣ρὶ Διοννῆν καὶ τὸγ γραμματέα τῆς | |
| [βουλῆς, ὅπως ἀν]α̣γραφῆι τόδε τὸ ψήφισμα εἰς στήλην | |
| 60 | [λιθίνην καὶ ἀνατεθ]ε̣ῖ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ |
| [Δηλίου, τὸ δὲ ἀργύριον εἰς τὴν ἀναγραφὴν] δ̣όντω̣ν̣ | |
| [οἱ ταμίαι — — — — — — — ? — — — — — — — vacat?] |