[ ] Kos Isl. — Kos — early 3rd c. BC — Paton-Hicks 16; OGIS 43 — Chiron 29 (1999) 257, 2 — SEG 49.1106
See also:
frg. A                           {²vestigia incerta litterarum
[— — — — — βασι]λέως Πτολεμαίου καὶ ΤΟ̣[․․․․]
[․․․․c.13-15․․․․] ἠιτήσατο δικαστὰς καὶ διαλ[λα]-
[κτὰς το]ὺς διακρινοῦντας περὶ τῶν ἀμφι[σ]-
[βητουμέ]ν̣ων συμβολαίων, καὶ ἡ πόλις ἡ τῶν
5 [Κώιων ἀπέ]στειλεν ἄνδρας καλοὺς κἀγαθούς,
[οἳ παραγεν]όμενοι πρὸς ἡμᾶς περί τε τῶν ἀπο-
[γεγραμμέν]ων ἀμφισβητήσεων καὶ τῶν ἄλλων
[τῶν ἐπιτρ]α[πέν]των αὐτοῖς ὑπὸ τῆς πόλεως
[τοὺς μὲν π]λείστους τῶν διαφερομένων ἀνα-
10 [καλεσάμ]ενοι πολλάκις ἐφ’ αὑτοὺς διέλυον συμφ[ε]-
[ρόντως], τοὺς δὲ διέκρινομ μετὰ πάσης δικαι-
[οσύνης· πλεί]ονος δὲ αὐτοῖς τοῦ χρόνου γινομένου
[διὰ τὸ πλῆθο]ς τῶν κρίσεων καὶ βουλομένων τῶν δ[ι]-
[καστῶν πάλιν ἀναχωρῆ]σ̣αι πρὸς τὰ ἴδια, ὁ δῆμος
15 [ὁ ἡμέτερος παρεκάλεσεν αὐ]τοὺς μετὰ Βάκχωνος
[τοῦ νησιάρχου(?) παρ’ ἡμῖν παρα]μείναντας καὶ τὰ λο[ι]-
[πὰ τῶν ἐπιτραπέντων αὐτοῖ]ς ἐξαγαγόντας μέ-
[χρι τέλους συμπαραγίγνε]σθαι Ναξ[ίο]ις· οἱ δὲ κα̣[ὶ]
[ἐν τούτοις τῶι δήμωι χαρίζε]σθαι βουλόμενοι
20 [πᾶσαν φιλοτιμίαν καὶ σπου]δὴν ἐποιήσαντ[ο]
[ὅπως — — — — — — — — — —]ΞΙΩ̣Ν̣․․․Ρ̣Τ̣․5-6․․
frg. B.1 [— — — — — — — — — — — — — — — — —]Υ̣ΣΕΙΝΛ̣Ι
[— — — — — — ἐπὶ τὴν τῶν συμβολ]αίων οἰκονο-
[μίαν καὶ τῆς πρὸς τὸμ βασιλέα Πτο]λεμαῖον φιλίας ἕ-
[νεκεν καὶ εὐνοίας ἧς διατελεῖ] ἔ̣[χ]ο̣υσα καὶ στεφανῶ-
5 [σαι αὐτὴν χρυσῶι στ]ε̣φ̣ά̣ν̣ωι τῶι ἐκ τοῦ νόμου φιλο-
[τιμίας ἕνεκεν κ]α̣ὶ̣ ε̣ὐ̣νοίας τῆς πρὸς τὸν δῆμον
[τὸν Ναξίων· ἐπ]εὶ δὲ πάντα συντετέλεσται κατὰ τὰς
[εὐχὰς τὰς πρ]ότερογ γενηθείσας ἀποδοῦναι τὰς
[χάριτας τοῖς θ]ε̣οῖς ὅταν ἡ βουλὴ καὶ ὁ δῆμος ψηφίση-
10 [ται καὶ θῦσα]ι τῶι Σωτῆρι Πτολεμαίωι ἱερεῖον τέλει-
[ον· ἐπαινέσαι] δὲ καὶ τοὺς δικαστὰς v Ξάνθιππον
[τοῦ δεῖνος, Καλ(?)]λ̣ιππίδην Φωκίωνος, v Φίλιστον Ἀρεταφά-
[νευς, v Να]σιώ̣τ̣αν Νασιώτα, v Δείναρχον Τιμαίθου καὶ
[στεφαν]ῶ̣σα[ι] χρυσῶι στεφάνωι ἕκαστον αὐτῶν
15 [τῶι ἐκ τ]ο̣ῦ νό̣μου καὶ ἀνειπεῖν τὸν στέφανον τὸγ
γ[ραμμα]τέα τ̣ῆ̣ς βουλῆς ἐν τῶι θεάτρωι Διονυσίων
τῶ̣[ν μεγά]λων τ̣ρ̣α̣γ̣ω̣ιδοῖς ὅτι ὁ δῆμος ὁ Ναξίων
στ[εφανο]ῖ̣ χρυσῶι στε[φά]νωι τόν τε δῆμον τὸγ Κώι-
ων κ̣[αὶ το]ὺς δικαστὰς [τ]οὺς Κώιους ἀρετῆς ἕνε-
20 κα κα̣[ὶ εὐ]ν̣οίας καὶ δικα[ιο]σ̣ύνης, ἀναγγέλλοντας
πατρ[όθε]ν̣ ἕ̣κ̣[α]στον αὐ̣[τῶ]ν̣· εἶναι δὲ αὐτοὺς καὶ π̣ρ̣ο̣-
ξένου̣[ς καὶ εὐ]ε̣ρ̣γέτα̣ς̣ τ̣[οῦ] δ̣ήμου τοῦ Ν̣αξίων καὶ
α̣ὐτοὺ[ς καὶ ἐκ]γόνους τοὺς τούτων· ὑπάρχειν δ’ αὐ̣-
[τ]ο̣ῖς κα[ὶ πρὸς] τὴμ βουλὴν καὶ τὸν δῆμον πρόσοδον
25 [πρ]ώ̣τοις [μετὰ] τὰ ἱερά· εἶναι δὲ αὐτοῖς ἐν σύλοις ἀσυ̣-
[λία]ν̣ κα[ὶ ἐμ πο]λ̣έμωι εἰρήνην καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι]ν̣ οἷ[ς ὁ δῆμο]ς τίθησι· ὑπὲρ δὲ πολιτείας ὅπως αὐ-
[τοῖς δοθῆι, προγ]ραψάσθων οἱ στρατηγοὶ κατὰ τοὺς
[νόμους ἐν τοῖς] χρόνοις τοῖς ἐκ τῶν νόμων· τοὺς δὲ
30 [ταμίας τοὺς π]ε̣ρὶ Εὐφάνην καὶ Μνησέαν δοῦναι τοῖς
[δικασταῖς εἴς] τε τὸν στέφανον καὶ εἰς θυσίαν καὶ
[εἰς ξένια καὶ εἰ]ς ἀπόστολον ἑκάστωι χιλίας δραχμάς·
[ὅπως δὲ καὶ μν]ημονεύηται εἰς τὸν ἅπαντα χρόνον
[ἥ τε τοῦ δήμο]υ̣ τοῦ Κώιων πρὸς τὸν δῆμον τὸν Ναξί-
35 [ων εὔνοια καὶ ἡ τ]ῶν δικαστῶν ἀρετὴ καὶ δικαιοσύνη
[πρὸς τὴν πόλιν] τ̣ὴν Ναξίων, ἐπιμεληθῆναι τοὺς στρα-
[τηγοὺς τοὺς π]ε̣ρὶ Διόννην καὶ τὸγ γραμματέα τῆς
[βουλῆς ὅπως ἀν]α̣γραφῆι τόδε τὸ ψήφισμα εἰς στήλην
[λιθίνην καὶ ἀνατεθῆ]ι̣ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ
40 [Δηλίου, τὸ δὲ ἀργύριον εἰς τὴν ἀναγραφὴν] δό̣ν̣τ̣ων̣
[οἱ ταμίαι(?) — — — — — — — — — — — — — — — —]
Search Help