Honorific decree of Naxos for judges from Kos.  Six fragments of a stele of bluish marble; c and e now missing; f now defaced.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 280 BC — Paton-Hicks (1891) 16 (a) — M. Segre, Iscr. di Cos (1993) ED 129 (a) — SEG 49.1106 (a-f)
frg. a [— — — — — — — — — — — — — — — — — —]
[— — — — — — — —]Ν̣Β̣#⁷[— — — — — — — —]
[— — — βασι]λέως Πτολεμαίου καὶ τοΙ̣[— —]
[— — — — —] ἠ̣ιτήσατο δικαστὰς καὶ διαλλ̣[α]-
[κτὰς το]ὺ̣ς διακρινοῦντας περὶ τῶν ἀμφι[σ]-
[βητουμέ]ν̣ων συμβολαίων, καὶ ἡ πόλις ἡ τῶν
5 [Κώιων ἀπέ]στειλεν ἄνδρας καλοὺς κἀγαθούς,
[οἳ παραγε]ν̣όμενοι πρὸς ἡμᾶς περί τε τῶν ἀπο-
[γεγραμμέν]ων ἀμφισβητήσεων καὶ τῶν ἄλλων
[τῶν ἐπιτρ]α[πέ]ντων αὐτοῖς ὑπὸ τῆς πόλεως
[τοὺς μὲν π]λείστους τῶν διαφερομένων ἀνα-
10 [καλεσάμ]ενοι πολλάκις ἐφ’ αὑτοὺς διέλυον συμφε̣-
[ρόντως], τοὺς δὲ διέκρινομ μετὰ πάσης δικαι-
[οσύνης· πλεί]ονος δὲ αὐτοῖς τοῦ χρόνου γινομένου
[διὰ τὸ πλῆθο]ς̣ τῶν κρίσεων καὶ βουλομένων τῶν δ[ι]-
[καστῶν πάλιν ἀναχωρῆ]σ̣αι πρὸς τὰ ἴδια, ὁ δῆμος
15 [ὁ ἡμέτερος παρεκάλεσεν αὐ]τοὺς μετὰ Βάκχωνος
[τοῦ νησιάρχου παρ’ ἡμῖν παρα]μείναντας καὶ τὰ λο[ι]-
[πὰ τῶν ἐπιτραπέντων αὐτοῖ]ς ἐξαγαγόντας μέ-
[χρι τέλους συμπαραγίγνε]σθαι Ναξί̣ο̣ις, οἱ δὲ κα̣[ὶ]
[ἐν τούτοις τῶι δήμωι χαρίζε]σθαι βουλόμενοι
20 [πᾶσαν φιλοτιμίαν καὶ σπου]δὴν ἐποιήσαντ[ο]
[ὅπως — — — — — — — — — ἀ]ξίως̣ Ι̣Ι̣Γ̣[․]Ρ̣Ι̣[— —]
                                                                 lacuna
frg. bcdef.22 [— — — — — — — — — — — — — — — — — —ο]υς εἶναι
[— — — — — — — ἐπὶ τὴν τῶν συμβ]ο̣λ̣αίων οἰκονομ̣[ί]-
[αν καὶ τῆς πρὸς τὸμ βασιλέα Πτο]λεμαῖον φιλίας -
25 [νεκε καὶ εὐνοίας ἧς διατελεῖ] ἔ̣[χ]ο̣υσα καὶ στεφανῶ-
[σαι αὐτὴν χρυσῶι στ]ε̣φ̣ά̣νωι τῶι ἐκ τοῦ νόμου φιλο-
[τιμίας ἕνεκεν κ]α̣ὶ̣ ε̣ὐνοίας τῆς πρὸς τὸν δῆμον
[τὸν Ναξίων· ἐπ]εὶ δὲ πάντα συντετέλεσται κατὰ τὰς
[εὐχὰς τὰς πρ]ότερογ γενηθείσας, ἀποδοῦναι τὰς
30 [χάριτας τοῖς θ]εοῖς ὅταν ἡ βουλὴ καὶ ὁ δῆμος ψηφίση-
[ται καὶ θῦσα]ι τῶι Σωτῆρι Πτολεμαίωι ἱερεῖον τέλει-
[ον· ἐπαινέσαι] δὲ καὶ τοὺς δικαστὰς vac. Ξάνθιππον
[— — — — —, —]λ̣ιππίδην Φωκίωνος, v Φίλιστον Ἀρεταφά-
[νους, v Να]σιώτ̣αν Νασιώτα, v Δείναρχον Τιμαίθου καὶ
35 [στεφαν]ῶσα[ι] χρυσῶι στεφάνωι ἕκαστον αὐτῶν
[τῶι ἐκ τ]οῦ νόμου καὶ ἀνειπεῖν τὸν στέφανον τὸγ
γ[ραμμα]τέα τῆς βουλῆς ἐν τῶι θεάτρωι Διονυσίων
τῶ[ν μεγά]λων τραγωιδοῖς, ὅτι «ὁ δῆμος ὁ Ναξίων
στ[εφανο] χρυσῶι στε[φά]νωι τόν τε δῆμον τὸγ Κώι-
40 ων κ[αὶ το]ὺς δικαστὰς [τ]οὺς Κώιους ἀρετῆς ἕνε-
κα κα̣[ὶ εὐ]νοίας καὶ δικα[ιο]σ̣ύνης», ἀναγγέλλοντα {ς}
πατρ[όθε]ν ἕκ[α]στον αὐ[τῶ]ν̣· εἶναι δὲ αὐτοὺς καὶ προ-
ξένου[ς καὶ εὐ]εργέτας τ̣ο̣[ῦ] δήμου τοῦ Ναξίων καὶ
α̣ὐτοὺ[ς καὶ ἐκ]γόνους τοὺς τούτων, ὑπάρχειν δ’ αὐ-
45 [τ]ο̣ῖς κα[ὶ πρὸς] τὴμ βουλὴν καὶ τὸν δῆμον πρόσοδον
[πρ]ώ̣τοις [μετὰ] τὰ ἱερά, εἶναι δὲ αὐτοῖς ἐν σύλοις ἀσυ-
[λία]ν κα[ὶ ἐμ πο]λ̣έμωι εἰρήνην καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι]ν οἷ[ς ὁ δῆμο]ς τίθησι· ὑπὲρ δὲ πολιτείας ὅπως αὐ-
[τοῖς δοθῆι προγ]ραψάσθων οἱ στρατηγοὶ κατὰ τοὺς
50 [νόμους ἐν τοῖς] χρόνοις τοῖς ἐκ τῶν νόμων, τοὺς δὲ
[ταμίας τοὺς π]ερὶ Εὐφάνην καὶ Μνησέαν δοῦναι τοῖς
[δικασταῖς εἴς] τε τὸν στέφανον καὶ εἰς θυσίαν καὶ
[εἰς ξένια καὶ εἰ]ς ἀπόστολον ἑκάστωι χιλίας δραχμάς·
[ὅπως δὲ καὶ μν]ημονεύηται εἰς τὸν ἅπαντα χρόνον
55 [ἥ τε τοῦ δήμο]υ̣ τοῦ Κώιων πρὸς τὸν δῆμον τὸν Ναξ[ί]-
[ων εὔνοια καὶ ἡ τ]ῶ̣ν δικαστῶν ἀρετὴ καὶ δικαιοσύνη
[ἡ περὶ τὴν πόλιν] τὴν Ναξίων, ἐπιμεληθῆναι τοὺς στρα-
[τηγοὺς τοὺς π]ε̣ρὶ Διοννῆν καὶ τὸγ γραμματέα τῆς
[βουλῆς, ὅπως ἀν]α̣γραφῆι τόδε τὸ ψήφισμα εἰς στήλην
60 [λιθίνην καὶ ἀνατεθ]ε̣ῖ εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ
[Δηλίου, τὸ δὲ ἀργύριον εἰς τὴν ἀναγραφὴν] δ̣όντω̣ν̣
[οἱ ταμίαι — — — — — — — ? — — — — — — — vacat?]
Search Help