Honorific decree of Halasarna for the physician Onasandros. Stele of white marble, in six joining fragments; now missing.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — mid-2nd c. BC — PdP 46 (1991) 135-140 — SEG 41.680 — É. Samama, Les médecins (2003) 249, 137
See also:
1 | ἐπὶ μονάρχου Φιλίσκου, μηνὸς Πανάμου ὀγδᾶι |
ἐξ εἰκάδος, ναποῖαι εἶπαν Νίκαρχος Τεισία, Ἀρίσ- | |
των Χαρμύλου, Φιλωνίδας Διδυμάρχου· v ἐπειδὴ Ὀνά- | |
σανδρος Ὀνησίμου ἰατρὸς μαθὼν παρὰ Ἀντιπάτρωι | |
5 | τῶι Διοσκουρίδα {ι} τὰν τέχναν, καθ’ ὃν ὁ διδάσκαλος |
αὐτοῦ καιρὸν ἐδαμοσίευε παρ’ ἁμεῖν, συνὼν ἐκείνω[ι] | |
τάν τε ἀναστροφὰν ἐποιεῖτο ποτὶ πάντας ἄλυπον | |
τοῖς τε ποτιδεηθεῖσι τῶν δαμοτᾶν ἀπαράκλητος πα- | |
ρείχετο τὰν ἀπὸ τᾶς τέχνας χρείαν· κατασταθεὶς | |
10 | δὲ καὶ ὑπηρέτας ἐφ’ ἕτη καὶ πλείονα ἀπόδειξιν ἐποι- |
ήσατο πολλῶι μᾶλλον τᾶς τε κατὰ τὰν τέχναν | |
ἐμπειρίας καὶ τᾶς κατὰ τὸν βίον εὐταξίας, οὔτε κα- | |
κοπαθίαν οὔτε δαπάναν οὐδεμίαν ὑφορώμενος, ἐ- | |
ξ ὧν ἤμελλέν τι τῶν συμφερόντων τοῖς δαμόταις ἐλ- | |
15 | λείψειν· ταγέντος δὲ καὶ τοῦ διδασκάλου αὐτοῦ ἐπὶ τὸ κα- |
τὰ πόλιν ἔργον Ὀνάσανδρος κρίνας καὶ αὐτὸς συνλειτουρ- | |
γεῖν πρᾶτον τῶι διδάξαντι, ὑπηρετῶν ἐκείνωι, καὶ πολ- | |
λῶν ἐπιδεηθέντων αὐτοῦ τῶν δαμοτᾶν διὰ τὸ πρότε- | |
ρον ἐπεγνώκεν τὰν ὑπάρχουσαν περὶ αὐτὸν κατά τε τὰν | |
20 | τέχναν ἐμπειρίαν καὶ τὰν κατὰ τὸν βίον ἀναστροφὰν πᾶ- |
σιν ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρείχετο βοαθῶν καὶ | |
παραίτιος γινόμενος ὅσον ἐφ’ ἑαυτῷ τᾶς σωτηρίας, καθότι | |
μάλιστα αὐτοὶ τοὶ ποτιδεηθέντες αὐτοῦ ἐπεγνώκαντι· | |
κρίνας δὲ καὶ καθ’ ἑαυτὸν ἀνοῖξαι ἰατρεῖον καὶ ἰδιωτεύεν κα- | |
25 | τὰ πόλιν καί τινων τῶν χρωμένων αὐτῶι συντάξεις φερόν- |
των ὅμως παρ’ οὐθενὸς τῶν δαμοτᾶν, ὅσοι ποτιδεδέηνται | |
αὐτοῦ χάριν τᾶς κατὰ τὰν ἰατρικὰν τέχναν ἐμπειρίας | |
οὔτε μισθὸν πέπρακται οὔτε σύνταξιν ὑπομεμένει- | |
κεν λαμβάνειν καίτοι γ’ ἱκανὸν δυνάμενος ἀπὸ τῶν | |
30 | τοιούτων περιποιήσασθαι διάφορον διὰ τὸ πολλὸς |
τῶν χρωμένων αὐτῶι τῶν δαμοτᾶν καὶ ἐν ἀρρωστί- | |
αις ἐπισφαλέσι γεγόνεν καὶ ἐν θεραπεύμασιν παρα- | |
δόξοις, ἀλλ’ ἀεί ποκα τιθέμενος ἐν ἐλάσσονι τὸ ἴδιον | |
λυσιτελὲς πᾶσιν ἐκτενῆ καὶ πρόθυμον παρέσχηται | |
35 | αὑτὸν βοαθὸν ἔν τε τῶι λοιπῶι βίωι ἄλυπον ἑαυ- |
τὸν τετήρηκεν ποτὶ πάντας καὶ ἄ<⁶¹ξ>⁶¹ιον οὐ μόνον | |
[τ]οῦ ἐπιταδεύματος ἀλλὰ καὶ τᾶς ποτὶ τὸς δαμό- | |
[τα]ς εὐνοίας· ὅπως οὖν καὶ τοὶ δαμόται φαίνωνται | |
μηθὲ̣ μόνον τῶν πολιτᾶν τὸς ἀγαθὸς καὶ εὐν<ο>ϊκῶς δι- | |
40 | ακειμένος ποθ’ αὑτὸς τιμῶντες, ἀλλὰ καὶ τῶν παροί- |
κων τὸς ἐκτενῶς καὶ φιλοτίμως ἐμ παντὶ καιρῶι ποτὶ | |
τὸ πλῆθος ποτιφερομένος Ὀνάσανδρός τε τιμα- | |
θεὶς ταῖς καταξίαις τιμαῖς πολὺ προθυμότερον ἑα̣[υ]- | |
τὸν παρέχηται ἐς τὸς δαμότας, vac. ἀγαθᾶι τύχαι, δεδό- | |
45 | χθαι τῶι δάμωι τῶι Ἁλασαρνιτᾶν ἐπαινῆσθαι Ὀνάσα[ν]- |
δρον Ὀνησίμου ἰατρὸν ἐπί τε τᾶι αἱρέσει ἇι ἔχει ποτὶ πά[ν]- | |
τας τὸς δαμότας καὶ κατὰ τὰν ἰατρικὰν τέχναν ἐμ- | |
πειρίαι, ἦμεν δὲ αὐτῶι καὶ μετουσία<ν> πάντων τῶν ἱερῶν | |
ὧν μέτεστι καὶ τοῖς δαμόταις, τοὶ δὲ ναποῖαι τελεσάντω | |
50 | ἔς τε τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ἀπὸ τῶν ὑπαρχόντων |
τοῖς θεοῖς χρημάτων καὶ ἀναθέντωσαν ἐς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος παρὰ τὰν στάλαν τὰν Ἀντιπάτρου τοῦ διδασ- | |
κάλου αὐτοῦ. ψᾶφοι ταὶ κυροῦσαι τὰν γνώμαν τῶν ναποιᾶν | |
στερεαί· vac. διακόσιαι τεσσαράκοντα ὀκτώ, ἐναντία· vacat | |
55 | οὐδεμία. vacat |