[ ]
Kos Isl. — Halasarna (Kardamaina) — 2nd c. BC — cf. ASAA 41-42 (1963-64) 156-157 — PdP 46 (1991) 135-140
See also:
1 | ἐπὶ μονάρχου Φιλίσκου, μηνὸς Πανάμου ὀγδᾶι |
ἐξ εἰκάδος· ναποῖαι εἶπαν Νίκαρχος Τεισία, Ἀρίσ- | |
των Χαρμύλου, Φιλωνίδας Διδυμάρχου· ἐπειδὴ Ὀνά- | |
σανδρος Ὀνησίμου ἰατρὸς μαθὼν παρὰ Ἀντιπάτρωι | |
5 | τῶι Διοσκουρίδα {ι} τὰν τέχναν, καθ’ ὃν ὁ διδάσκαλος |
αὐτοῦ καιρὸν ἐδαμοσίευε παρ’ ἁμεῖν, συνὼν ἐκείνῳ | |
τάν τε ἀναστροφὰν ἐποι̣εῖτο ποτὶ πάντας ἄλυπον | |
τοῖς τε ποτιδεηθεῖσι τῶν δαμοτᾶν ἀπαράκλητος πα- | |
ρείχετο τὰν ἀπὸ τᾶς τέχνας χρείαν· κατασταθεὶς | |
10 | δὲ καὶ ὑπηρέτας ἐφ’ ἔτη καὶ πλείονα ἀπόδειξιν ἐποι- |
ήσατο πολλῶι μᾶλλον τᾶς τε κατὰ τὰν τέχναν | |
ἐμπειρίας καὶ τᾶς κατὰ τὸν βίον εὐταξίας, οὔτε κα- | |
κοπαθίαν οὔτε δαπάναν οὐδεμίαν ὑφορώμενος ἐ- | |
ξ ὧν ἤμελλέν τι τῶν συμφερόντων τοῖς δαμόταις ἐλ- | |
15 | λειψεῖν· ταγέντος δὲ καὶ τοῦ διδασκάλου αὐτοῦ ἐπὶ τὸ κα- |
τὰ πόλιν ἔργον, Ὀνάσανδρος κρίνας καὶ αὐτὸς συνλειτουρ- | |
γεῖν πρᾶτον τῶι διδάξαντι ὑπηρετῶν ἐκείνωι, καὶ πολ- | |
λῶν ἐπιδεηθέντων αὐτοῦ τῶν δαμοτᾶν διὰ τὸ πρότε- | |
ρον ἐπεγνώκεν τὰν ὑπάρχουσαν περὶ αὐτῶν κατά τε τὰν | |
20 | τέχναν ἐμπειρίαν καὶ τὰν κατὰ τὸν βίον ἀναστροφάν, πᾶ- |
σιν ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν παρείχετο βοαθῶν καὶ | |
παραίτιος γινόμενος ὅσον ἐφ’ ἑαυτῶ<ι> τᾶς σωτηρίας, καθότι | |
μάλιστα αὐτοὶ τοὶ ποτιδεηθέντες αὐτοῦ ἐπεγνώκαντι· | |
κρίνας δὲ καὶ καθ’ ἑαυτὸν ἀνοῖξαι ἰατρεῖον καὶ ἰδιωτεύεν κα- | |
25 | τὰ πόλιν, καί τινων τῶν χρωμένων αὐτῶι συντάξεις φερόν- |
των ὅμως παρ’ οὐθενὸς τῶν δαμοτᾶν ὅσοι ποτιδεδέηνται | |
αὐτοῦ χάριν τᾶς κατὰ τὰν ἰατρικὰν τέχναν ἐμπειρίας | |
οὔτε μισθὸν πέπρακται οὔτε σύνταξιν ὑπομεμένει̣- | |
κεν λαμβάνειν καίτοι γ’ ἱκανὸν δυνάμενος ἀπὸ τῶν | |
30 | τοιούτων περιποιήσασθαι διάφορον διὰ τὸ πολλὸς |
τῶν χρωμένων αὐτῶι τῶν δαμοτᾶν καὶ ἐν ἀρρωστί- | |
αις ἐπισφαλέσι γεγόνεν καὶ ἐν θεραπεύμασιν παρα- | |
δόξοις, ἀλλ’ ἀεί ποκα τιθέμενος ἐν ἐλάσσονι τὸ ἴδιον | |
λυσιτελὲς πᾶσιν ἐκτενῆ καὶ πρόθυμον παρέσχηται | |
35 | αὑτὸν βοαθὸν ἔν τε τῶι λοιπῶι βίωι ἄλυπον ἑαυ- |
τὸν τετήρηκεν ποτὶ πάντας καὶ ἄξιον οὐ μόνον | |
[τ]οῦ ἐπιταδεύματος, ἀλλὰ καὶ τᾶς ποτὶ τὸς δαμό- | |
[τα]ς εὐνοίας· ὅπως οὖν καὶ τοὶ δαμόται φαίνωνται | |
[μὴ] μόνον τῶν πολιτᾶν τὸς ἀγαθὸς καὶ εὐνο<ϊ>κῶς δι- | |
40 | [ακει]μένος ποθ’ αὑτὸς τιμῶντες, ἀλλὰ καὶ τῶν παροί- |
[κων τ]ὸς ἐκτενῶς καὶ φιλοτίμως ἐμ παντὶ καιρῶι ποτὶ | |
[τὸ πλ]ῆθος ποτιφερομένος Ὀνάσανδρός τε τιμα- | |
θεὶς ταῖς καταξίαις τιμαῖς πολὺ προθυμότερον ἑ[αυ]- | |
τὸν παρέχηται ἐς τὸς δαμότας· ἀγαθᾶι τύχαι· δεδό- | |
45 | χθαι τῶι δάμωι τῶι Ἁλασαρνιτᾶν ἐπαινῆσθαι Ὀνάσ[αν]- |
δρον Ὀνησίμου ἰατρὸν ἐπί τε τᾶι αἱρέσει ἇι ἔχει ποτ[ὶ πάν]- | |
τας τὸς δαμότας καὶ κατὰ τὰν ἰατρικὰν τέχναν ἐ[μ]- | |
πειρίαι· ἦμεν δὲ αὐτῶι καὶ μετουσία<ν> πάντων τῶν ἱερῶ[ν] | |
ὧν μέτεστι καὶ τοῖς δαμότας· τοὶ δὲ ναποῖαι [τελεσάντω] | |
50 | ἔς τε τὰν στάλαν καὶ τὰν ἀναγραφὰν ἀπὸ τῶν ὑπαρχόντων |
τοῖς θεοῖς χρημάτων καὶ ἀναθέντωσαν ἐς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος παρὰ τὰν στάλαν τὰν Ἀντιπάτρου τοῦ διδασ- | |
κάλου αὐτοῦ· ψᾶφοι ταὶ κυροῦσαι τὰν γνώμαν τῶν ναποιᾶν | |
στερεαί· v διακόσιαι τεσσαράκοντα ὀκτώ· ἐναντία | |
55 | οὐδεμία. vacat |