Honorific decree of Halasarna for Diokles. Two fragments of a stele of gray marble.
[ ]
Kos Isl. — Halasarna (Kardamaina) — sh. aft. 200 BC — SbBerlin (1901.1) 472, 1 (b) — Chiron 28 (1998) 116, 12 (ab) — SEG 48.1104
See also:
| 1 | ἔ̣δ̣οξε τ̣ῶι̣ δάμω̣ι |
| vacat τῶι Ἁλασαρνιτᾶν, ναποῖαι εἶπαν Νίκαρχος Χαρμίππου, vacat | |
| Τιμασικλῆς Ἡρακλείτου, Νοσσύλος Πολυμνάστου· v ἐπειδὴ Διοκλῆς | |
| Λεωδάμαντος ἀκόλουθα πράσσων τᾶι παραδεδομέναι διὰ προγόνων κα[λο]- | |
| 5 | κἀγαθίαι διατετέλεκε τὰν πᾶσαν σπουδὰν καὶ πρόνοιαν ποιεύμενος̣ |
| ὑπὲρ [το]ῦ δάμου τοῦ Ἁλασαρνιτᾶν ἔν τε τοῖς πολέμοις ποτὶ τὸ δια[φυ]- | |
| λάσσ̣ε̣[ι]ν τὸ περιπόλιον καὶ τὸς κατοικεῦ<ν>τας τὰν χώραμ τὰ ἄρισ[τα] | |
| βουλευόμενος καὶ ἑαυτὸν ἐπιδιδοὺς ἐς πάντα <κ>ίνδυνον ὑπὲρ τούτ[ου], | |
| καθ’ ὃμ μὲγ γὰρ καιρὸν ποταγγέλλετο ἐν τῶι Κρητικῶι πολέμωι ἐπιβο[υ]- | |
| 10 | λεύεσθαι τὸν τόπον, αὐτὸς παραγενόμενος μετὰ πλειόνων συνε- |
| φόδευε μ̣ε̣τὰ τῶν τεταγμένων ἐπὶ τᾶς φυλακᾶς τός τε κατοικεῦν- | |
| τας παρακαλέσας παρεστάσατο συνελθεῖν ἐς τὸ περιπόλιον καὶ συνδ[ι]- | |
| ατηρεῖν μέχρι ὅτου συνέβα τᾶς ἐπιβολᾶς ἀποσστᾶμεν τὸς ὑπεναντίο[ς]· | |
| ὅπως τε καὶ ἐν τῶι ἐνεστακότι πολέμωι διατηρηθῆι πλείονας ἐπιβολὰς π[οι]- | |
| 15 | ευμένων τῶν πολεμί[ων], καθ’ ὃν καιρὸν συνάχθησαν ἐς Ἀστυπάλαιαν̣ |
| ναυτικαὶ καὶ πεζικα[ὶ δυνά]μιες πλείονες, ὄργανά τε ἀνάγαγε καὶ βέλη | |
| καταπαλτικὰ καὶ τοπ̣[άρχο]ς̣ ἑλόμενος κατὰ ψάφισμα τὸς μάλιστα δυνα- | |
| σομένο[ς ἐπιμ]εληθῆ[μεν τ]ᾶς φυλακᾶς καὶ ἄνδρας ὑποτάξας τούτοις | |
| τὸς ἱκανὸς οἵ[τιν]ες καὶ ἐφαμερήσευσ̣ι̣ τ[— — — — — — — — — — — —] | |
| 20 | [․]ε̣ι καὶ αὐτὸς παραγενο[μένο]ς̣ ἐ̣[πὶ τὰν τοῦ τόπου φυλακὰν — — — —] |
| [— —]ς προαισθόμεν[ος τὰν τῶν πολεμίων ἐπιβολὰν — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ΣΤΩ[․] | |
| [— — — — — — — — — — — — — — — — ὁ εὐκαιρότατο]ς τ̣όπ̣ος τοῦ περιπ[ο]- | |
| 25 | [λίου γενομένας τε τᾶς ἐπιβολᾶς] ἀ̣[κ]ολουθήσας παρακατέσχε τὸς ὑπε̣[λ]- |
| [θόντας τὸ περιπ]όλιον, κοινολογηθεὶς Νικοστράτωι τῶι Νικοστράτου ὥ[σ]- | |
| [τε ποτιλαβ]ό̣ντα τὸς ἐλαφρωτάτος ἐν τοῖς ὅπλοις τῶν συνεξοδευ- | |
| [σάντων αὐτῶι] συμμῖξαι, οὗ παραγενομένου κατὰ τὰν πρόνοιαν φιλοτί- | |
| [μως συνέβα τὸν] τόπον μὴ προκαταλαμφθῆμεν τός τε ἐνβα〚λ〛λόντας {²⁶ἐνβαλόντας}²⁶ | |
| 30 | [ἀποχωρῆσαι μη]θὲν ἐπιτ[ε]λεσαμένους ἀδίκημα κατὰ 〚ς〛 χώρας· κατὰ |
| [— — — — — — — π]άντας τοῖς τε ἱερεῦσι ποτὶ τὰ {ς} συντελεύμενα ἱερὰ | |
| [ἐπιδιδοὺς ἑαυ]τὸν ποτὶ τὰν τῶν θεῶν ἐπικόσμησιν διατελεῖ, καθ’ ἱδίαν | |
| [τε τοῖς ἐντυγχάνο]υ̣σι τῶν δαμοτᾶν βοαθεῖ φροντίδα ποιεύμενος, οὐ | |
| [μόνον ὅπως ἐπιόντε]ς̣ τοῖς ἀρχήιοις ἐς μηθὲν δυσχερὲς ἐμπίπτωντ[ι], | |
| 35 | [ἀλλὰ καὶ ὅπως μη]θ̣ενὸς καθυστερῶντι κατὰ δύναμιν τὰν αὑτοῦ· ὅ- |
| [πως οὖν ὁ δᾶμος] ὁ̣ Ἁλασαρνιτᾶν φαίνηται τὰ δίκαια ποιῶν το<ῖ>ς α̣ὑτὸ[ν] | |
| [εὐεργετεῖν προαιρο]υμένοις, Διοκλῆς τε τιμαθεὶς πολὺ προθυμότερο[ν] | |
| [αὑτὸν παρέχηται ἐ]ς τὰ τοῦ δάμου συνφέροντα, δεδόχθαι ἐπαινέ[σαι] | |
| [Διοκλῆ Λεωδάμα]ν̣τος ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τοὺς πο[λί]- | |
| 40 | [τας πάντας καὶ εἰς] τὸν δᾶμον τὸν Ἁλασαρνιτᾶν, στεφανῶσαι δὲ αὐτὸ[ν] |
| [στεφάνωι χρυσ]έωι ἀπὸ χρυσῶν Ἀλεξανδρείων vac. νʹ vac. τοὶ δὲ [να]- | |
| [ποῖαι ἐγδόντω ἀν]αγράψαι τὸ ψάφισμα τόδε ἐστάλαν λιθίναν καὶ ἀ[να]- | |
| [θέντω ἐν τῶι ἱερῶ]ι̣ τοῦ Ἀπόλλωνος ἐς τὸν ἐπιφανέστατον | |
| [τόπον]. vacat |