[ ] Kos Isl. — Halasarna (Kardamaina) — ca. 200 BC — Syll.³ 568 (= frg. b) — Chiron 28 (1998) 116, 12
See also:
1                     ἔδοξε τῶι δάμωι
vacat τῶι Ἁλασαρνιτᾶν, ναποῖαι εἶπαν Νίκαρχος Χαρμίππου, vacat
Τιμασικλῆς Ἡρακλείτου, Νοσσύλος Πολυμνάστου· v ἐπειδὴ Διοκλῆς
Λεωδάμαντος ἀκόλουθα πράσσων τᾶι παραδεδομέναι διὰ προγόνων κα[λο]-
5 κἀγαθίαι διατετέλεκε τὰν πᾶσαν σπουδὰν καὶ πρόνοιαν ποιεύμενος̣
ὑπὲρ [το]ῦ δάμου τοῦ Ἁλασαρνιτᾶν ἔν τε τοῖς πολέμοις ποτὶ τὸ δια[φυ]-
λάσ̣σ̣ε̣[ι]ν τὸ περιπόλιον καὶ τὸς κατοικεῦ<ν>τας τὰν χώραμ τὰ ἄρισ[τα]
βουλευόμενος καὶ ἑαυτὸν ἐπιδιδοὺς ἐς πάντα <κ>ίνδυνον ὑπὲρ τούτ[ου],
καθ’ ὃμ μὲγ γὰρ καιρὸν ποταγγέλλετο ἐν τῶι Κρητικῶι πολέμωι ἐπιβο[υ]-
10 λεύεσθαι τὸν τόπον, αὐτὸς παραγενόμενος μετὰ πλειόνων συνε-
φώδευε μ̣ε̣τὰ τῶν τεταγμένων ἐπὶ τᾶς φυλακᾶς τός τε κατοικεῦν-
τας παρακαλέσας παρεστάσατο συνελθεῖν ἐς τὸ περιπόλιον καὶ συνδ[ι]-
ατηρεῖν μέχρι ὅτου συνέβα τᾶς ἐπιβολᾶς ἀποσστᾶμεν τὸς ὑπεναντίο[ς]·
ὅπως τε καὶ ἐν τῶι ἐνεστακότι πολέμωι διατηρηθῆι πλείονας ἐπιβολὰς π[οι]-
15 ευμένων τῶν πολεμί[ων], καθ’ ὃν καιρὸν συνάχθησαν ἐς Ἀστυπάλαιαν̣
ναυτικαὶ καὶ πεζικα[ὶ δυνά]μιες πλείονες, ὄργανά τε ἀνάγαγε καὶ βέλη
καταπαλτικὰ καὶ τοπ̣[άρχο]ς ἑλόμενος κατὰ ψάφισμα τὸς μάλιστα δυνα-
σομένο[ς ἐπιμ]εληθῆ[μεν τᾶ]ς φυλακᾶς καὶ ἄνδρας ὑποτάξας τούτοις
τὸς ἱκανὸς οἵ[τιν]ες καὶ ἐφαμερήσευ̣σ̣[ι] τ̣[— — — — — — — — — — —]
20 ․ε̣ι καὶ αὐτὸς παραγενό[μενο]ς̣ ἐ̣[πὶ τὰν τοῦ τόπου φυλακὰν — — —]
․․․ς προαισθόμεν[ος τὰν τῶν πολεμίων ἐπιβολὰν καὶ τὸ μέγεθο]ς τῶ[ν]
[κινδύνων — — — — — — — — — — ὁ εὐκαιρότατο]ς̣ τ̣όπ̣ος τοῦ περιπ[ο]-
[λίου γενομένας τε τᾶς ἐπιβολᾶς] ἀ̣[κ]ολουθήσας παρακατέσχε τὸς ὑπε̣[ν]-
[αντίος ὑπὸ τὸ περιπ]όλιον, κοινολογηθεὶς Νικοστράτωι τῶι Νικοστράτου ὥ[σ]-
25 [τε ποτιλαβ]ό̣ντα τὸς ἐλαφρωτάτος ἐν τοῖς ὅπλοις τῶν συνεξοδευ-
[σάντων αὐτῶι] συμμῖξαι, οὗ παραγενομένου κατὰ τὰν πρόνοιαν φιλοτί-
[μως συνέβα τὸν] τόπον μὴ προκαταλαμφθῆμεν τός τε ἐνβαλλόντας
[ἀποχωρῆσαι μη]θὲν ἐπι̣τ̣[ε]λεσαμένους ἀδίκημα κατὰ 〚ς〛 χώρας· κατὰ
[— — — — — — π]άντας τοῖς τε ἱερεῦσι ποτὶ τὰ {ς} συντελεύμενα ἱερὰ
30 [ἐπιδιδοὺς ἑαυ]τὸν ποτὶ τὰν τῶν θεῶν ἐπικόσμησιν διατελεῖ, καθ’ ἰδίαν
[τε τοῖς ἐντυγχάνο]υ̣σι τῶν δαμοτᾶν βοαθεῖ φροντίδα ποιεύμενος, οὐ
[μόνον ὅπως ἐπιόντε]ς̣ τοῖς ἀρχήιοις ἐς μηθὲν δυσχερὲς ἐμπίπτωντ[ι]
[ἀλλὰ καὶ ὅπως μη]θ̣ενὸς καθυστερῶντι κατὰ δύναμιν τὰν αὐτοῦ· ὅ-
[πως οὖν ὁ δᾶμος] ὁ̣ Ἁλασαρνιτᾶν φαίνηται τὰ δίκαια ποιῶν το<ῖ>ς α̣ὑτὸ̣[ν]
35 [εὐεργετεῖν προαιρο]υμένοις, Διοκλῆς τε τιμαθεὶς πολὺ προθυμότερο[ν]
[αὑτὸν παρέχηται ἐ]ς τὰ τοῦ δάμου συνφέροντα, δεδόχθαι ἐπαινέ[σαι]
[Διοκλῆ Λεωδάμα]ν̣τος ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τοὺς πο[λί]-
[τας πάντας καὶ εἰς] τὸν δᾶμον τὸν Ἁλασαρνιτᾶν· στεφανῶσαι δὲ αὐτὸ[ν]
[στεφάνωι χρυσ]έωι ἀπὸ χρυσῶν Ἀλεξανδρείων vac. νʹ vac. τοὶ δὲ [να]-
40 [ποῖαι ἐγδόντω ἀν]αγράψαι τὸ ψάφισμα τόδε ἐστάλαν λιθίναν καὶ ἀ[να]-
[θέντω ἐν τῶι ἱερῶ]ι̣ τοῦ Ἀπόλλωνος ἐς τὸν ἐπιφανέστατον [τόπον].
Search Help