[ ] Att. — stoich. 30 — 281/0
1 [ἐπ’ Ἀριστωνύμ]ου ἄρχοντος [μη]νὸς Ἀνθεστηριῶν̣[ος]·
    [Κεφ]αλίων Ἡρακλεώτης εἶπεν· ἐπειδὴ Σ-
    [ωτ]ήριχος Τροζήνιος ἔν τε τῶι ἔμπροσ-
    [θε]ν χρόνωι διατελεῖ φιλοτιμούμενο-
5     [ς π]ρὸς τοὺς θιασώτας καὶ αἱρεθεὶς ὑπ-
    [ὸ τ]ῶν θιασωτῶν ἐπὶ Νικίου ἄρχοντος κ-
    [αλ]ῶς καὶ φ̣ιλοτίμως ὑπὲρ τοῦ οἴκου ἐπ-
    [ιμ]εμέληται τῆς οἰκοδομίας· v ἀγαθεῖ
    [τ]ύχει δεδόχθαι τοῖς θιασώταις, ἐπαι-
10     [ν]έσαι Σωτήριχον Τροζήνιον εὐνοίας
    [ἕ]νεκα καὶ φιλοτιμίας τῆς εἰς τοὺς θι-
    [α]σώτας καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ
    [σ]τεφάνωι, καὶ τὸν ἱερέα τὸν ἀεὶ λαχόν-
    [τ]α καὶ ὄντα ὅταν θύσωσιν οἱ θιασῶτα[ι]
15     [κ]αὶ σπονδὰς ποιήσωνται, στεφανούτω
     ὁ ἱερεὺς Σωτήριχον θαλλοῦ στεφάνωι
     καὶ ἀνειπάτω φιλοτιμίας ἕνεκα τῆς ε-
    [ἰ]ς τοὺς θιασώτας, ὅπως ἂν φανερὸν εἶ π-
     ᾶσι τοῖς θιασώταις τοῖς βουλομένοι-
20      ς φιλοτιμεῖσθαι εἰς τὸ κοινὸν τῶν θι-
     ασω〚ν〛τῶν {²⁶θιασωτῶν}²⁶· v ἐὰν δὲ ὁ ἱερεὺς μὴ στεφανώσ-
     ει ἢ μὴ ἀνείπει καθάπερ γέγραπται, ἀπ-
     οτινέτω 𐅄̣ δραχμὰς παραχρῆμα ἱερὰς τ-
    [ε]ῖ Μητρὶ τῶν θεῶν, ἡ δ’ εἴσπραξις ἔστω τ-
25     [ο]ῖς θιασώταις καθάπερ καὶ τἄλλα ὀφε-
     ιλήματα. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ-
     α εἰς στήλην.  vacat
    [Λ]εύκων εἶπεν· ἐπειδὴ Κεφ̣αλίων Ἡρακλ-
     εώτης ἱερεὺς λαχὼν ἐπὶ Νικίου ἄρχον-
30      τος μηνὸς Βοηδρομιῶνος καλῶς καὶ φι-
     λοτίμως ἐπιμεμέληται τοῦ τε ἱεροῦ τῆς
     Μητρὸς τῶν θεῶν [κ]αὶ τῶν θιασωτῶν, ἀγ-
     αθεῖ τύχει δεδόχθαι τοῖς θιασώται[ς],
     ἐπαινέσαι Κεφαλίωνα καὶ στ[εφανῶσαι α]-
35      ὐτὸν θαλλοῦ στεφ[άνωι — — — — — — — —]
     ․․6․․․Ι̣Ο̣ — — — — — — — — — — — — — —
Search Help
Contact Us