| 1 | [Λ]υσίας Θεσβίων[ο]ς Ἐλευσίνιος εἶπεν· [ἐ]- |
| πειδὴ Δίων ἔκ τ[ε] τῶν ἔμπροσθεν χρόνω[ν] | |
| γραμματεύων τ[ο]ῖς ταμίαις τῶν σιτων[ι]- | |
| κῶν καὶ τοῖς ἐπ[ὶ] τεῖ διοικήσει διατε[λ]- | |
| 5 | εῖ εὔνους ὢν Ἀθ[η]ναίων τοῖς τεταγμέν[ο]- |
| ις Ἐλευσῖνι κα[ὶ] χρείαν παρεχόμενος κ- | |
| αὶ κοινεῖ καὶ ἰ[δί]αι φανερὰν αὑτοῦ ποι- | |
| ῶν τὴν εὔνοιαν [ἣ]ν ἔχει πρὸς αὐτούς, v κα- | |
| ὶ νῦν γραμματεύων τῶι ταμίαι τῶν σιτω- | |
| 10 | νικῶν τὸν ἐνιαυτὸν τὸν ἐπὶ Μενεκλέου- |
| ς ἄρχοντος πο[λ]λὴν σπουδὴν πεποίηται | |
| περὶ τὴν τοῦ σ[ί]του δόσιν καὶ τῶν ἐκκλη- | |
| σιαστικῶν τῶ[ν] διδομένων ἐπὶ τὸν σῖτο- | |
| [ν· v ἀ]γαθεῖ τύχ[ε]ι, δεδόχθαι Ἀθηναίοις τ- | |
| 15 | [οῖς τε]ταγμέν[ο]ις Ἐλευσῖνι, v ἐπαινέσα- |
| [ι Δίωνα κ]αὶ στ[ε]φανῶσαι αὐτὸν θαλλοῦ σ- | |
| [τεφάνωι ε]ὐνο[ί]ας [ἕ]νεκα καὶ φιλοτιμία- | |
| [ς τῆς πρὸς αὐτ]ούς· v εἶναι δὲ αὐτῶι καὶ ε- | |
| [ἰς τὰ λοιπὰ φιλ]οτιμηθέντι εὑρέσθαι ἀ- | |
| 20 | [γαθὸν ὅτου ἂν δοκ]εῖ ἄξιος εἶναι. v τὸ δὲ |
| [ψήφισμα τόδε ἀναγράψαι] ἐν στήλει λιθ- | |
| [ίνει — — — — — — — — — — — — — — — —] |
IG II²
1272