Decree in honor of public physicians. Upper part of a pedimental stele of gray marble. Stoich. 30.
[ ]
Attica — Athens — Theater of Dionysos / Odeion, betw. — 268/7 BC — IG II² 772 — F. Sokolowski, LSCG (1969) 40
See also:
| 1 | ἐπὶ Διογείτονος ἄρχοντος, ἐπὶ τῆς Δη- |
| μητριάδος δωδεκάτης πρυτανείας, ἧι | |
| Θεόδοτος Θεοφίλου ΚειριάδηςΧ ἐγραμ- | |
| μάτευεν· Σκιροφοριῶνος ὀγδόει μετ’ ε- | |
| 5 | ἰκάδας· ἐκκλησία κυρία· τῶν προέδρων |
| ἐπεψήφιζεν Διόδωρος Ἐπιχάρου Κόπρ- | |
| ειος καὶ συμπρόεδροι· v ἔδοξεν τῶι δή- | |
| μωι· v Ἀκρότιμος Αἰσχίου Ἰκαριεὺς εἶ- | |
| πεν· ἐπειδὴ πάτριόν ἐστιν τοῖς ἰατρο- | |
| 10 | ῖς, ὅσοι δημοσιεύουσιν θύειν τῶι Ἀσκ- |
| ληπιῶι καὶ τεῖ Ὑγιείαι δὶς τοῦ ἐνιαυ- | |
| τοῦ ὑπέρ τε αὑτῶν καὶ τῶν σωμάτων, ὧν ἕ- | |
| καστοι ἰάσαντο, v ἀγαθεῖ τύχει, δεδόχ- | |
| θαι τεῖ βουλεῖ· v τοὺς προέδρους οἳ ἂν | |
| 15 | λάχωσιν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν |
| χρηματίσαι περὶ τούτων ἐν ἱεροῖς, γν- | |
| ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς | |
| [τὸν δ]ῆ̣μο[ν], ὅτι δοκεῖ τεῖ βουλεῖ v τὸν ἱ- | |
| [ερέα τὸν ἀεὶ λα]νχάνοντ[α ․․․]ΝΓΙ․[— —] | |
| [— — — — — — — — — — — — — — — —] |