[ ] Att. — non-stoich. — c. 252/1
See also:
1 ἐπὶ Διογείτονος ἄρχοντος ἐπὶ τῆς Δη-
μητριάδος δωδεκάτης πρυτανείας, ἧι
Θεόδοτος Θεοφίλου Κειριάδης ἐγραμ-
μάτευεν· Σκιροφοριῶνος ὀγδόει μετ’ ε-
5 ἰκάδας· ἐκκλησία κυρία· τῶν προέδρων
ἐπεψήφιζεν Διόδωρος Ἐπιχάρου Κόπρ-
ειος καὶ συμπρόεδ[ρ]οι· v ἔδοξεν τῶι δή-
μωι· v Ἀκρότιμος Αἰσχίου Ἰκαριεὺς εἶ-
πεν· ἐπειδὴ πάτριόν ἐστιν τοῖς ἰατρο-
10 ῖς ὅσοι δημοσιεύουσιν θύειν τῶι Ἀσκ-
ληπιῶι καὶ τεῖ Ὑγιείαι δὶς τοῦ ἐνιαυ-
τοῦ ὑπέρ τε αὑτῶν καὶ τῶν σωμάτων ὧν ἕ-
καστοι ἰάσαντο, v ἀγαθῆι τύχει δεδόχ-
θαι τεῖ βουλεῖ, v τοὺς προέδρους οἳ ἂν
15 λάχωσιν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν
χρηματίσαι περὶ τούτων ἐν ἱεροῖς, γν-
ώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς
[τὸν δῆ]μο[ν ὅ]τι δοκεῖ τεῖ βουλεῖ v τὸν ἱ-
[ερέα τὸν ἀεὶ λα]νχάνοντ[α ․․․]νγι — —
Search Help