Honorific decree for Euphron of Sikyon.  Intact stele of white marble; relief above the inscription. Stoich. 41.
[ ] Attica — Athens — Agora — 323/2 BC (reinscr. 318/7) — IG II² 448 w. Add. p. 659 — M.J. Osborne, Naturalization I (1981) 101, D38 — C.J. Schwenk, Athens (1985) 407, 83
I.epistyle.1 θε[οί]·
2 ἐπὶ Κηφισοδώρου ἄρχοντος, ἐπὶ [τῆς Πανδιονίδος πέ]-
νπτης πρυτανείας, ἧι Ἀρ̣χίας Πυ[θοδώρου Ἀλωπεκῆθε]-
ν ἐγραμμάτευεν· Ποσιδεῶνο[ς] ἕκτ[ηι ἐπὶ δέκα, δευτέρ]-
5 αι καὶ εἰκοστεῖ τῆς πρυτανεία[ς· ἐκκλησία κυρία· τῶ]-
ν προέδρων ἐπεψήφιζ̣εν Ἐπαμείν[ων ․․․7․․․․· ἔδοξεν]
τῶι δήμωι· vv Εὐφίλητ̣ος Εὐφ̣ι̣λή̣τ̣ο[υ ․․․․9․․․․․ εἶπε]-
ν· ἐπειδὴ Εὔφρων Ἁδέα Σικυώνιος ἀν[ὴρ διατελεῖ ἀγα]-
θὸς ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναί[ων καὶ νῦν ἥκων παρ]-
10 ὰ τοῦ δήμου τοῦ Σικυωνίων ἐπαγγ[έλλεται τὴν πόλιν]
φίλην καὶ σύμμαχον [οὖσ]αν [․․․․․․․․․․20․․․․․․․․․․]-
ιων τῶι δήμωι τῶι Ἀθηναίων πρ̣ώτ̣η̣ν̣ [τῶν ἐν Πελοπονν]-
ήσωι πόλεων, δεδόχ[θ]α̣ι̣ τ̣ῶι δή[μ]ωι· ἐπ̣[αινέσαι μὲν Εὔφ]-
ρονα Ἁδέα Σικυώνιον ἀρ[ε]τῆς ἕν̣εκα [καὶ εὐνοίας τῆς]
15 εἰς τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς ἄλλους συμμάχ]-
ους καὶ εἶναι αὐτῶι κυρίας̣ τὰς δωρ̣[εὰς τὰς πρότερο]-
ν δεδομένας παρὰ τοῦ δήμου το̣[ῦ Ἀθηναίων· ὅπω]-
ς δ’ ἂν πάντες εἰδῶσι, ὅτι ὁ δῆμος [ὁ Ἀθηναίων ἀποδίδω]-
σι χάριτας τοῖς εὐεργέτα[ις ἀξίας τῶν εὐεργετημά]-
20 των, ὧν ἂν εὐεργετήσει [ἕκαστος τὸν δῆμον, εἶναι Ἀθη]-
ναῖον αὐτὸν καὶ ἐγγόνους [καὶ εἶναι αὐτῶι γράψασθ]-
αι φυλῆς καὶ δήμου καὶ φρατρίας, ἧς ἂν [βούληται καὶ]
ὧν οἱ νόμοι κελεύουσιν· [καὶ ἐπαινέσαι τὸν δῆμον τὸ]-
ν Σικυωνίων ἀρετῆς ἕνεκα κ[αὶ ε][νοίας τῆς εἰς τὸν δ]-
25 ῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι χ[ρυσῶι στεφάνω]-
ι ἀπὸ ∶Χ∶ δραχμῶν καὶ ἀνειπεῖν α[ὐτ]ὸν [Διονυσίων μεγά]-
λων τῶι ἀγῶνι· ἀναγράψαι δὲ τὸ ψήφισμ[α ἐν στήλαις λ]-
ιθίναις καὶ στῆσαι τὴν μὲν μίαν ἐν ἀκ̣[ροπόλει, τὴν δ’]
ἑτέραν ἐν ἀγορᾶι παρ[ὰ] τ̣[․․․․․․․․․19․․․․․․․․․․· εἰς]
30 δὲ τὴν ἀναγραφὴν τ̣ῶ̣ν̣ σ̣τ̣ηλῶ̣[ν δ]ο̣ῦ̣ν̣[αι τὸν ταμίαν τοῦ]
δήμου ∶𐅄∶ ἐκ τῶν κατὰ ψηφίσματα ἀναλι[σκομένων τῶι δ]-
II.32 ήμωι. τάδε Πανφίλου τοῦ Εὐφιλήτο<υ>· [δοῦναι δὲ τὴν ψῆ]-
φον τῶι δήμωι περὶ τῆς πολιτεί[ας τοὺς πρυτάνεις τ]-
ῆς Πανδιονίδος εἰς τὴν πρώτην ἐκκλη[σίαν κατὰ τὸν]
35 νόμον.
           {²sequitur decretum a. 318/7 factum
Search Help
Contact Us