| 1 | θε[οί] |
| ἐπὶ Κηφισοδώρου ἄρχοντος ἐπὶ [τῆς Πανδιονίδος πέ]- | |
| νπτης πρυτανείας ἧι Ἀρ̣χίας Πυ[θοδώρου Ἀλωπεκῆθε]- | |
| ν ἐγραμμάτευεν· Ποσιδεῶνο[ς] ἕκτ[ηι ἐπὶ δέκα, δευτέρ]- | |
| 5 | αι καὶ εἰκοστεῖ τῆς πρυτανεία[ς· ἐκκλησία κυρία· τῶ]- |
| ν προέδρων ἐ̣πεψήφιζ̣εν Ἐπαμείν[ων Ἐρχιεύς(?)· ἔδοξεν] | |
| τῶι δήμωι· vv Εὐφίλητ̣ος Εὐφ̣ι̣λή̣τ̣ο[υ Κικυννεὺς·(?) εἶπε]- | |
| ν· ἐπειδὴ Εὔφρων Ἀδέα Σικυώνιος ἀν[ὴρ διατελεῖ ἀγα]- | |
| θὸς ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναί[ων καὶ νῦν ἥκων παρ]- | |
| ὰ τοῦ δήμου τοῦ Σικυωνίων ἐπαγγ[έλλεται τὴν πόλιν] | |
| 10 | φίλην καὶ σύμμαχον [οὖσ]αν [ἀμυνεῖν(?) κατὰ τῶν πολεμ]- |
| ίων τῶι δήμωι τῶι Ἀθηναίων πρ̣ώτ̣η̣ν̣ [τῶν ἐν Πελοπονν]- | |
| ήσωι πόλεων· δεδόχ[θ]α̣ι̣ τ̣ῶι δή[μ]ωι, ἐπ̣[αινέσαι μὲν Εὔφ]- | |
| ρονα Ἀδέα Σικυώνιον ἀρ̣[ε]τ̣ῆς ἕν̣ε̣κα̣ [καὶ εὐνοίας τῆς] | |
| εἰς τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς ἄλλους συμμάχ]- | |
| 15 | ους καὶ εἶναι αὐτῶι κυρίας̣ τὰς δωρ̣[εὰς τὰς πρότερο]- |
| ν δεδομένας παρὰ τοῦ δήμου το̣[ῦ Ἀθηναίων αὐτῶι(?)· ὅπω]- | |
| ς δ’ ἂν πάντες εἰδῶσ̣ι ὅτι ὁ δῆμος [ὁ Ἀθηναίων ἀποδίδω]- | |
| σι χάριτα̣ς τοῖς εὐεργέτα[ις ἀξίας τῶν εὐεργετημά]- | |
| των ὧν ἂν εὐεργετήσει [ἕκαστος τὸν δῆμον, εἶναι Ἀθη]- | |
| 20 | ναῖον αὐτὸν καὶ ἐγγόνους [καὶ εἶναι αὐτῶι γράψασθ]- |
| αι φυλῆς καὶ δήμου καὶ φρατρίας, ἧ̣ς̣ ἂν [βούληται καὶ] | |
| ὧν οἱ νόμοι κελεύουσιν· v καὶ <ἐ>π[αινέσαι(?) τὸν δῆμον τὸ]- | |
| ν Σικυωνίων ἀρετῆς ἕνεκα κ[αὶ ε]ὐ[νοίας τῆς εἰς τὸν δ]- | |
| ῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσα̣ι χ[ρυσῶι στεφάνω]- | |
| 25 | ι ἀπὸ ∶Χ∶ δραχμῶν καὶ ἀνειπεῖν α[ὐτ]ὸν [Διονυσίων μεγά]- |
| λων τῶι ἀγῶνι. ἀναγράψαι δὲ τὸ ψήφισμ[α ἐν στήλαις λ]- | |
| ιθίναις καὶ στῆσαι τὴν μὲν μίαν παρὰ [τὸν Δία, τὴν δὲ] | |
| ἑτέραν ἐν ἀγορᾶι παρ[ὰ] τ̣ὴ̣ν̣ β̣ουλὴ̣ν̣ Σ̣[․]Κ[․․․․9․․․․ εἰς] | |
| δὲ τὴν ἀναγραφὴν [τῶ]ν στηλῶν δ[οῦ]ν[α]ι̣ [τὸν ταμίαν τοῦ] | |
| 30 | δήμου ∶𐅄∶ ἐκ̣ τῶν κατὰ ψηφίσματα ἀναλι[σκομένων τῶι δ]- |
| ήμωι. τάδε Πανφίλου τοῦ Εὐφιλ̣ήτο<υ>· [δοῦναι δὲ τὴν ψῆ]- | |
| φον τῶι δήμωι περὶ τῆς πολιτεί[ας τοὺς πρυτάνεις τ]- | |
| ῆς Πανδιονίδος εἰς τὴν πρώτην ἐκκλη[σίαν κατὰ τὸν] | |
| νόμον. |