Decree of a community concerning the maintenance of traditional cults.  Rectangular pillar.
[ ] Caria — Kaunos (Dalyan, nr.) — Okçular, nr. — Hellenistic period — JHS 74 (1954) 87, 22 — SEG 14.656; BE (1956) 274b — McC. Kaunos 6
See also:
1 [ἔ]δοξεν Εὐ̣ξι̣νέ[ω]ν̣ [τῆι συνόδωι· ἐπειδὴ κα]-
λῶς ἔχον ἐστὶν π[ρ]όνο[ι]αν ἐ̣[κτενῆ ποιεῖσθαι]
ἵνα αἱ προγον[ικ]αὶ̣ [σύ]ν̣οδοι κ̣αὶ̣ θ[υσίαι φυλάσ]-
σωνται, οἵ τε ὑπάρχοντες βω̣μ̣[οὶ τῆς δεούσης]
5 ἐπισκευῆς τύχωσιν, [κα]ὶ ὁ ἐ̣[ν ․․․․․․․․․․ κα]-
λυβὸς διατηρῆται, τά τε [— — — — — — ἐμ]-
βαλλόμενα φυτὰ εἰς τὸν̣ [․]Π[— — — — —]-
νον τόπον διαφυλάσσηται, τῶ̣[ν μὲν βωμῶν]
τὴν ἐπισκευὴν καὶ τὴν ἐπ[ιμέλειαν γενέσ]-
10 θαι διὰ τοῦ ἱεροκήρυκος, το[ῦ ἀναλώματος]
δοθέντος ὑπὸ τῶν δικαστῶν· [καὶ ἐπειδὰν]
ἐπιτελέσηι, στεφανῶσαι α[ὐ]τὸν [ἐν τῆι συνό]-
δωι θαλλοῦ στεφάνωι εὐσεβείας ἕ[νεκεν]·
τοῦ δὲ καλυβοῦ τὴν ἐπιμέλε̣ι̣α̣[ν] κ̣α[ὶ] σ[τεγνο]-
15 ποιίαν γίνεσθαι διὰ τῶν δικαστῶν, κα[ὶ] ἐ̣[φ’ ἕτη]
διαφυλάξαντας αὐτὸ̣ν [στ]εφαν[ω]θ̣[ῆναι ἐν τῆι]
συνόδωι θαλλοῦ στεφάνω̣[ι] ἐπιμελε[ί]α̣ς̣ [ἕνε]-
κεν· τῆς δὲ φυτείας, τὸν φυ̣τ̣[ε]ύσαντα ἐ[πί]-
καρπα φυτὰ μὴ ἐλάσσονα τῶν τριῶν κα̣ὶ̣ δ̣[ια]-
20 φυλάξαντα ἐφ’ ἕτη [π]έντε στεφανο[ῦ]σ̣θ̣[αι],
παρελθόντων τῶν πέντε ἐ[τῶν, ἐπ’ ἄλλα ἔτη]
[π]έντε κατ’ ἐνιαυτὸν ἐν τοῖς Κ̣[α]τ[ασπορίοις]
[θ]αλλοῦ στεφάνωι ἐπιμελε[ίας ἕνεκεν. vac.]
[τ]οῖς τε βουλομένοις φιλοδοξε[ῖν καὶ συναύ]-
25 ξειν τὴν κώμην ὑπάρχειν τίμια· τῶ[ι μὲν γὰρ ἐ]-
παγγειλαμένωι μὴ ἔλασσον 𐆖 λʹ [ὑπάρξει]
στέφανος διὰ βίου κατ’ ἐνι̣α̣υ̣τὸν [ἐν τοῖς Κα]-
τασπορίοις· τῶι δὲ ἐπ[αγ]γε[ιλαμένωι μὴ ἔ]-
λασσον 𐆖 νʹ ὑπάρχειν στ[έφανον διὰ βίου θαλ]-
30 λοῦ καὶ ταινίαν διωβελείαν [χρυσῆν κα]-
τ’ ἐνιαυτὸν ἐν τοῖς Κατ̣α̣σ̣π̣[ο]ρ̣ί̣ο̣[ις εὐνοί]-
ας καὶ φιλοδοξίας [ἕνεκεν· τῶι δὲ ἐπαγγειλα]-
μ̣ένωι μὴ ἔλασσον 𐆖 ρ̣ʹ, ἢ̣ [— — — — — — —]
[ἄ]ξιον 𐆖 ρʹ, ὑπάρχειν σ̣τε[φ][νωσιν θαλλοῦ]
35 στεφάνωι διὰ γένους [κατ’ ἐνιαυτὸν ἔν τε]
τοῖς Κατασπορίοις καὶ [τ]οῖς [— — — — —]
ἀρετῆς ἕνεκεν καὶ εὐνο[ίας καὶ φιλοδοξίας]·
[τ]ῶι δὲ ἐπαγγειλαμένω[ι μὴ ἔλασσον 𐆖 σʹ ἢ δι]-
[δ]όντι κατὰ διαθήκην ὑπάρχειν στεφάνω-
40 σ̣ιν χρυσῶι στεφάνωι [διὰ γένους κατ’ ἐνιαυ]-
τὸν ἔν τε τοῖς Κατασπορί̣οις [καὶ τοῖς ․․․․]
[․․]σι̣ε̣ί̣οις εὐσεβείας ἕν[εκεν καὶ ἀρετῆς καὶ]
[εὐ]ν̣οίας καὶ φιλοδοξίας, δί[δοσθαι δὲ αὐτῶι]
[κα]ὶ διμ̣οιρίαν̣ τῶ̣ν ε[πὶ τῶν βωμῶν ἀεὶ θυομέ]-
45 [νων]· τῶι δ̣ὲ̣ ἐπαγγει̣λα̣μέ̣ν[ωι ἢ διαθεμένωι μὴ]
[ἔλασ]σον 𐆖 φʹ [ὑπ][ρ]χ̣[ε]ι̣ν̣ [— — — — — — —]
[․․․․․]θαι δὲ αὐτο[— — — — — — — — — — — —]
[․․․․․․․․]Ο̣ΝΟ̣Ν̣[— — — — — — — — — — — —]
Search Help
Contact Us