Decree [of synodos (?)] of Euxine[i]s concerning [sy]nodoi and th[yasoi,] on block; II; found at Okçular: *Bean, JHS 74, 1954, 87-88, no. 22 (PH); BE 1956:274b; SEG 14, 656.  
[ ] JHS 74, 1954, 87-88, no. 22
See also:
1 [ἔ]δοξεν Εὐ̣ξινέ[ω]ν̣ [τῆι συνόδωι?· ἐπειδὴ κα]-
λῶς ἔχον ἐστὶν π[ρ]όνο[ι]αν ἐ̣[κτενῆ? ποιεῖσθαι]
ἵνα αἱ προγον[ικ]αὶ [σύ]ν̣οδοι κ̣αὶ̣ θ[υσίαι φυλάσ]-
σωνται, οἵ τε ὑπάρχοντες β[ωμοὶ τῆς δεούσης?]
5 ἐπισκευῆς τύχωσιν, [κα]ὶ ὁ ἐ[ν? ․․․c.9․․․ κα]-
λυβὸς διατηρῆται, τά τε [— ἐμ]-
βαλλόμενα φυτὰ εἰς τὸν̣ [—]
νον τόπον διαφυλάσσηται, τῶ̣[ν μὲν βωμῶν]
τὴν ἐπισκευὴν καὶ τὴν ἐπ[ιμέλειαν γενέσ]-
10 θαι διὰ τοῦ ἱεροκήρυκος, το[ῦ ἀναλώματος]
δοθέντος ὑπὸ τῶν δικαστῶν· [καὶ ἐπειδὰν]
ἐπιτελέσηι, στεφανῶσαι α[ὐ]τὸν [ἐν τῆι συνό]-
δωι θαλλοῦ στεφάνωι εὐσεβείας ἕ[νεκεν·]
τοῦ δὲ καλυβοῦ τὴν ἐπιμέλε̣ι̣α̣[ν] κ̣α[ὶ] σ̣[τεγνο]-
15 ποιΐαν? γίνεσθαι διὰ τῶν δικαστῶν, κα[ὶ] ἐ̣[․․․ως]
διαφυλάξαντας αὐτὸ̣ν [στ]εφαν[ω]θ̣[ῆναι ἐν τῆι]
συνόδωι θαλλοῦ στεφάνω[ι] ἐπιμελε[ί]α̣ς̣ [ἕνε]-
κεν· τῆς δὲ φυτείας, τὸν φυ̣τ̣[ε]ύσαντα ἐ[πί]-
καρπα φυτὰ μὴ ἐλάσσονα τῶν τριῶν κα̣ὶ̣ δ̣[ια]-
20 φυλάξαντα ἐφ’ ἔτη [π]έντε στεφανο[ῦ]σ̣θ̣[αι,]
παρελθόντων τῶν πέντε ἐ[τῶν, ἐπ’ ἄλλα ἔτη]
[π]έντε κατ’ ἐνιαυτὸν ἐν τοῖς Κ̣[α]τ[ασπορίοις]
[θ]αλλοῦ στεφάνωι ἐπιμελε[ίας ἕνεκεν.  vacat]
[τ]οῖς τε βουλομένοις φιλοδοξε[ῖν καὶ συναύ]-
25 ξειν τὴν κώμην ὑπάρχειν τίμια· τῶ[ι μὲν γὰρ ἐ]-
παγγειλαμένωι μὴ ἔλασσον 𐅂 λʹ [ὑπάρξει]
στέφανος διὰ βίου κατ’ ἐνι̣α̣υ̣τὸν [ἐν τοῖς Κα]-
τασπορίοις· τῶι δὲ ἐπ[αγ]γε[ιλαμένωι μὴ ἔ]-
λασσον 𐅂 νʹ ὑπάρχειν στ[έφανον διὰ βίου θαλ]-
30 λοῦ καὶ ταινίαν διωβελιείαν [χρυσῆν? κα]-
τ’ ἐνιαυτὸν ἐν τοῖς Κατασπ[ο]ρίο[ις εὐνοί]-
ας καὶ φιλοδοξίας [ἕνεκεν· τῶι δὲ ἐπαγγειλα]-
μένωι μὴ ἔλασσον 𐅂 ρ̣ʹ, ἢ̣ [—]
[ἄ]ξιον 𐅂 ρʹ, ὑπάρχειν σ̣τε[φ][νωσιν θαλλοῦ]
35 στεφάνωι διὰ γένους [κατ’ ἐνιαυτὸν ἔν τε]
τοῖς Κατασπορίοις κ̣αὶ [τ]οῖς [․c.5․σιείοις]
ἀρετῆς ἕνεκεν καὶ εὐνο[ίας καὶ φιλοδοξίας·]
[τ]ῶι δὲ ἐπαγγειλ̣αμ̣ένω[ι μὴ ἔλασσον 𐅂 σʹ ἢ δι]-
[δ]όντι κατὰ διαθήκην [ὑπάρχειν στεφάνω]-
40 σ̣ιν χρυσῶι στεφάνωι [διὰ γένους κατ’ ἐνιαυ]-
τὸν ἔν τε τοῖς Κατασπορίοις̣ [καὶ τοῖς ․c.3․]
[․․]σι̣ε̣ί̣οις εὐσεβείας ἕν[εκεν καὶ ἀρετῆς καὶ]
[εὐ]νοίας καὶ φιλοδοξίας, δί[δοσθαι δὲ αὐτῶι]
[κα]ὶ διμοιρίαν τῶ̣ν ἐ[πὶ τῶν βωμῶν ἀεὶ θυομέ]-
45 [νων?·] τῶι δ̣ὲ̣ ἐ̣π̣α̣γγε[ι]λ[αμένωι ἢ διαθεμένωι μὴ]
[ἔλασ]σον 𐅂 φʹ [ὑπ][ρ]χ̣[ε]ι̣ν̣ [—]
[—]θαι δὲ αὐτο[—]
Search Help
Contact Us