Funerary epigram for Tyrinna. Stone. Now lost.
[ ]
Aeg. Islands — Samos Isl. — Prov. unkn. — 1st c. BC/1st c. AD? — CIG 2.2258 — G. Kaibel, EG (1878) 224 — GVI I (1955) 1121
See also:
| 1 | ἡ γενεῆι δόξηι τε καὶ ἐν Μούσῃσι Τύριννα |
| ἔξοχος, ἡ πάσης ἄκρα φέρουσ’ ἀρετῆς, | |
| ἐννεάδας τρισσὰς ἐτέων ζήσασα τοκεῦσιν | |
| δυστήνοις ἔλιπον δάκρυα καὶ στοναχάς· | |
| 5 | πᾶς γὰρ ἐμοῦ φθιμένης χῆρος δόμος, οὔτε γὰρ αὐτὴ |
| λείπομαι, οὔτ’ ἔλιπον βλαστὸν ἀποιχομένη· | |
| ἀντὶ δὲ πατρῴου καὶ ὑψορόφοιο μελάθρου | |
| λειτὴ τοὐμὸν ἔχει σῶμα λαχοῦσα πέτρη· | |
| εἰ δ’ ἦν εὐσεβέων ὅσιος λόγος, οὔποτ’ ἂν οἶκος | |
| 10 | οὑμὸς ἐμοῦ φθιμένης ταῖσδ’ ἐνέκυρσε τύχαις. |