| 1 | ἡ γενεῆι δόξῃ τε καὶ ἐν Μούσῃσι Τύριννα |
| ἔξοχος, ἡ πάσης ἄκρα φέρουσ’ ἀρετῆς, | |
| ἐννεάδας τρισσὰς ἐτέων ζήσασα, τοκεῦσιν | |
| δυστήνοις ἔλιπον δάκρυα καὶ στοναχάς. | |
| 5 | πᾶς γὰρ ἐμοῦ φθιμένης χῆρος δόμος· οὔτε γὰρ αὐτή |
| λείπομαι, οὔτ’ ἔλιπον βλαστὸν ἀποιχομένη. | |
| ἀντὶ δὲ πατρῴο[ιο?] καὶ ὑψορόφοιο μελάθρου | |
| λειτὴ τοὐμὸν ἔχει σῶμα λαχοῦσα πέτρη. | |
| εἰ δ’ ἦν εὐσεβέων ὅσιος λόγος, οὔποτ’ ἂν οἶκος | |
| 10 | οὑμὸς ἐμοῦ φθιμένης ταῖσδ’ ἐνέκυρσε τύχαις. |
Samos
485