Honorific decree for Nikomenes, son of Menesthes, of Rhodes. Stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — late 4th c. BC — MDAI(A) 72 (1957) 196, 29
See also:
| 1 | [ἔδοξε]ν̣ τῆι βουλῆι καὶ τῶι δήμωι, Ἄσιος Ἀρήτου εἶπεν· |
| [ἐπειδ]ὴ Νικομένης Μενεσθέως Ῥόδιος εὔνους ὢν καὶ | |
| [πρό]θυμος διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων ἀεὶ | |
| [ἀ]γ̣αθόν τι καὶ λέγων καὶ πράσσων, καὶ κοινῆι καὶ ἰδίαι | |
| 5 | τοῖς παραγινομένοις εἰς Ῥόδον χρήσιμον ἑαυτὸν vac. |
| παρέχεται ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
| δήμωι· ἐπαινέσαι μὲν Νικομένην ἀρετῆς ἕνεκε καὶ | |
| εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν vac. | |
| Σαμίων, καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς | |
| 10 | πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ vac. |
| [ὁ]μοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν | |
| [κ]αὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς | |
| ἄλλους Σαμίους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ | |
| τὴμ βουλὴν καὶ τὸν δῆμον, ἐάν του δέηται, πρώτ[ωι] | |
| 15 | μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπ̣[λουν] |
| ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐ[ν εἰρήνηι], | |
| ταῦτα δὲ ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγό[νοις, τὸ δὲ] | |
| ψήφισμα τόδε ἀναγράψαι εἰς στήλ[ην λιθίνην καὶ] | |
| [σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρα̣[ς, τῆς δὲ ἐπικληρώσεως καὶ] | |
| 20 | τῆς ἀναγραφῆς ἐπιμε̣[ληθῆναι τὸγ γραμματέα] |
| τῆς βουλῆς. vacat |