| 1 | [ἔδοξεν] τῆι βουλῆι καὶ τῶι δήμωι, Ἄσιος Ἀρήτου εἶπεν· |
| [ἐπειδ]ὴ Νικομένης Μενεσθέως Ῥόδιος εὔνους ὢν καὶ | |
| [πρό]θυμος διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων, ἀεὶ | |
| [ἀγ]αθόν τι καὶ λέγων καὶ πράσσων, καὶ κ̣οινῆι καὶ ἰδίαι | |
| 5 | τοῖς παραγινομένοις εἰς Ῥόδον χρήσιμον ἑαυτὸν vacat |
| παρέχεται ἐμ παντὶ καιρῶι, δεδόχθαι τῆι βουλῆι καὶ τῶι̣ | |
| δήμωι· ἐπαινέσαι μὲν Νικομένην ἀρετῆς ἕνεκε καὶ | |
| εὐνοίας ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν vacat | |
| Σαμίων καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τῆς | |
| 10 | πόλεως· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ |
| [ὁ]μοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν | |
| [κ]αὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς | |
| ἄλλους Σαμίους· ὑπάρχειν δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ vacat | |
| τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέηται πρώτ[ωι] | |
| 15 | μετὰ τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκ[πλουν] |
| ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐ̣[ν εἰρήνηι·] | |
| ταῦτα δὲ ὑπάρχειν καὶ αὐτῶι καὶ ἐκγό[νοις· τὸ δὲ vacat] | |
| ψήφισμα τόδε ἀναγράψαι εἰς στήλ̣[ην λιθίνην καὶ] | |
| [σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρα̣[ς, τῆς δὲ ἐπικληρώσεως καὶ] | |
| 20 | τῆς ἀναγραφῆς ἐπιμε̣[ληθῆναι τὸγ γραμματέα vacat] |
| τῆς βουλῆς vacat |
Samos
50