Honorific inscription for Q. Veranius Philagros. Statue base built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD? — CIG 4380a (Add.) — LBW 3.1213A
| 1 | [ὁ Κιβ]υρατῶν δῆμος, ἡ Ἐ̣[πρίου] Πανκράτου φυλὴ ἐτείμησεν |
| Κοΐντον Οὐηράνιον Τρωΐλου υἱὸν Κλουστουμείνᾳ | |
| Φίλαγρον #⁵⁶ ἱερέα Ἀρετῆς, γυμνασίαρχον ἐπὶ ἔτη | |
| δεκάδυο, ἃ ἐγυμνασιάρχησεν αὐτὸς ζῶν, | |
| 5 | ἐχαρίσατο δὲ τῆι πόλει καὶ εἰς τὴν μετὰ ταῦτα |
| γυμνασιαρχίαν τὴν αἰώνιον μυριάδας δραχμῶν | |
| Ῥοδίων τεσσαράκοντα, ὡς γυμνασιαρχεῖσθαι | |
| ἐκ τῶν τόκων· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρχία ἤρξατο | |
| ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς κτίσεως, | |
| 10 | vacat ζῶντος τοῦ Φιλάγρου· vacat |
| τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ | |
| ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύραι | |
| ἀσσάρια δέκα, v ἐν ἧι δραχμῆι Ῥοδίαι δέδοται ἡ δωρεά. |