Honorific inscription for Q. Veranius Philagros. Statue base built into the back wall of the diazoma of the theater.
[ ]
Lycia (Kibyratis) — Kibyra (Gölhisar-Horzum) — shortly after 72/73 AD? — E. Petersen - F. v. Luschan, Reisen in Lykien II (1889) 187, 243 (ll. 1, 15-16)
| 1 | ἡ Πλ̣ά̣τ[ωνος Καλλικ]λ̣έ̣ο[υ]ς φυλὴ ἐτ̣ε̣ί̣μ̣ησεν |
| Κοΐντον Ο̣[ὐηράνιο]ν̣ Τρωίλου̣ υ̣ἱὸν Κλουστουμείνᾳ | |
| Φίλαγρον̣ ἱερέα Ἀρετῆς, #⁵⁶ γυμνασίαρχον ἐπὶ ἔτη | |
| δεκάδυο, ἃ ἐγυμνασιάρχησεν αὐτὸς ζῶν, #⁵⁶ | |
| 5 | ἐχαρίσατο δὲ τῇ πόλει καὶ εἰς τὴν μετὰ ταῦτα |
| γυμνασιαρχίαν τὴν αἰώνιον #⁵⁶ μυριάδας δραχμῶν | |
| Ῥοδίων τεσσαράκοντα, ὡς γυμνασιαρχεῖσθαι | |
| ἐκ τῶν τόκων· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρχία | |
| ἤρξατο v ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς | |
| 10 | κτίσεως, vacat ζῶντος τοῦ Φιλάγρου· #⁵⁶ vacat |
| τοῦ Ῥωμαϊκοῦ δηναρίου ἰσχύοντος ἀσσάρια δεκαὲξ | |
| ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύρα | |
| ἀσσάρια δέκα, vac. ἐν ἧι #⁵⁶ δραχμῆι Ῥοδίαι δέδοται | |
| vacat ἡ δωρεά. vacat | |
| 15 | |
| ἐπιμεληθέντος τῆς ἀναστάσεως Πλάτωνος Καλλικλέ- | |
| ους. |