| 1 | [δόγμα συναρχ]ιᾶν, κ̣α̣θὼς καὶ οἱ γέ̣ρ̣ον̣τ̣ες ἐπέκρειναν· ἐπεὶ προσή̣ν̣γ̣ε̣λται πρᾶγμα ἀβούλητον |
| [γεγονὸς τᾷ] π̣όλι τᾷ Λακεδαίμ̣ο̣νι τετελευτακὼς Τίτος Στατείλιος Λαμπρίας, ἐν | |
| [νεότατι ἁ]μᾶς [λι]π̣ών, υἱὸς Τειμοκράτους καὶ Τειμοσθενίδος, εἰς ὃν ἁ τᾶς Ἑλλάδος | |
| εὐγένεια ἐν τοῖς μάλιστα συνδεδραμήκει· ἀπὸ μέν γε Ἀθηνῶν τὸ ἐνδοξότατον Κη- | |
| 5 | ρύκων γένος, ἀφ’ οὗ δᾳδουχοῦσιν οἱ εὐγενέστατοι, εἰς τὸν θεῖον αὐτοῦ παραγέγονεν |
| καὶ δι’ ἐκείνου καὶ τῶν ἄλλων συγγενῶν εἰς τοῦτον· ἀπὸ δὲ Ἐπιδαύρου τὸ Εἰναχιδῶν· ἀπὸ δὲ | |
| Ἄργους τὸ Περσέως καὶ Φορωνέως· ἀπό γε μὰν τᾶς Λακεδαίμονος παλαιοὶ μὲν αὐτοῦ πρόγονοι | |
| Ἡρακλῆς καὶ Λύσανδρος. οὐ πρὸ πολλῶν δὲ χρόνων ἐκέρασε <— — —> τᾶι πολυτεκνίαι τοὺς πρώτους | |
| τᾶς πόλιος οἴκους εἰς τὸ αὐτὸ συνυφήνας. ὧν ἁπάντων ἐναργέστατος ἦν βεβαιωτὰς | |
| 10 | αὐτός, κάλλει τε σώματος καὶ ταῖς τᾶς ψυχᾶς ἀρεταῖς ὑπερβάλλων τὸ τᾶς ἁλικίας μέτρον. |
| ὀκτωκαιδεκάτῳ γοῦν ἔτει κοινὸν τᾶι πόλει καταλιπὼν ἐπ’ αὐτῷ πένθος ἐν παιδείαι καὶ σωφρο- | |
| σύναι καὶ δεξιότατι καὶ συνέσει καὶ τᾶι πρὸς γονεῖς εὐσεβείαι τέλεια δείγματα τᾶς ἐν ἅπασιν ὑπερβο- | |
| λᾶς παρέσχετο. δι’ ἃ καὶ δυσπαραμύθητον μὲν συμβαίνει τὸ ἐπ’ αὐτῶι πένθος τοῖς προσήκ[ου]- | |
| σιν. εἰ δέ τις ἄνυσις γείνοιτο παραμυθίας, οὐκ ἂν παραμύθ̣ιν̣ εὐλογώτερον ἢ παρ’ ἁμῶν ὑπάρχοι τῶν κοινὰν | |
| 15 | ἁγημένων τὰν συμφοράν, συνπ̣α̣θ̣ούντων αἰωνίω̣ι̣ π̣ένθ̣ι τειμώντω[ν κ]αὶ τοὺς προσήκοντας τοῦ με- |
| ταλλοχότος, οὐχ ὡς ἰδίους, ἀλλ’ ὄν[τ]α[ς] τινὰς ἀναγκαίους. δι’ ἃ καὶ πάντα ἔδοξε τῶι δάμωι· κατὰ πρόσωπον | |
| μὲν παραμυθήσασθαι τάν τε ἀδελφὰν τοῦ τετελευτακότος Πασιχάρειαν καὶ τὸν θεῖον αὐτοῦ Ἀριστοκράτη | |
| καὶ τὸν Πασιχαρείας ἄνδρα Πρατόλαον, δι’ οὓς ἁμεῖν διπλασίων ἁ ἐπὶ τῶι πάθει γεγένηται λύπα, | |
| φέρειν τὸ συμβεβακὸς ἀνθρωπίνως, διὰ δὲ τοῦ ψαφίσματος <τὸν πάππον καὶ> τοὺς γονεῖς αὐτοῦ Λαμπρίαν καὶ Τει- | |
| 20 | μοκράτη καὶ Τειμοσθενίδα, μὴ περαιτέρω τᾶς ἀνθρωπίνας φύσεως καὶ ἀνάγκας ὑπερπαθεῖν, τὰς δὲ |
| κοινὰς ἁπάντων τύχας κοιναῖς μετρεῖν λύπαις. v στεφανῶσαι δὲ τὸν μεταλλαχότα χρυσῶι |