| 7 | {²vestigia unius versus incerta}² |
| ․․․․․․․․․․c.25․․․․․․․․․․․ τελευταῖος Τίτος Στατείλιος Λαμπ[ρ]ίας ἐν | |
| [ἁλικίαι] με[θεσ]τώς, υἱὸς Τειμοκράτους καὶ Τειμοσθενίδος, εἰς ὃν ἁ τᾶς Ἑλλάδος | |
| 10 | εὐγένε[ι]α ἐν τοῖς μάλιστα συνδιαπ̣[είπ]τ̣ει· ἀπὸ μὲν Ἀθηνῶν τὸ ἐνδοξότατον Κη- |
| ρύκων γένος, ἀφ’ οὗ δᾳδουχοῦσιν οἱ εὐγενέστατοι, εἰς τὸν θεῖον αὐτοῦ παραγέγονεν, | |
| [κ]αὶ δι’ ἐκείνου καὶ τῶν ἄλλων συνγενείᾳ εἰς τοῦτον· ἀπὸ δὲ Ἐπιδαύρου τὸ Εἰναχιδῶν· ἀπὸ δὲ | |
| Ἄργους τὸ Περσέως καὶ Φορωνέως· ἀπό γε μὰν τᾶς Λακεδαίμονος παλαιοὶ μὲν αὐτοῦ πρόγονο[ι] | |
| Ἡρακλῆς καὶ Λύσανδρος, οὐ πρὸ πολλῶν δὲ χρόνων ἐκέρασε τᾶι πολυτεκνίαι τοὺς πρώτους | |
| 15 | τᾶς πόλιος οἴκους εἰς τὸ αὐτὸ συνυφήνας, ὧν ἁπάντων ἐναργέστατος ἦν ὁ εἰδιώτας |
| αὐτός, κάλλει τε σώματος καὶ ταῖς τᾶς ψυ[χ]ᾶς ἀρ[ε]ταῖς ὑπερβάλλων τὸ τᾶς ἁλικίας μέτρον· | |
| [ἐν] τῶι δεκάτωι οὖν ἔτει κοινὸν τᾶι πόλει καταλιπὼν ἐπ’ αὐτῶι πένθος, ἔν τε τᾷ ἰδρίαι καὶ σωφρο- | |
| σύναι καὶ δεξιότατι καὶ συνέσει καὶ τᾶι πρὸς γονεῖς εὐσεβείαι τελει[ότατα] μ[ε]τὰ τᾶς ἐν [ἅπ]ασιν [ὑ]π[ερο]- | |
| χᾶς παρέσχετο· δι’ ἃ καὶ δυσπαραμύθη[τον ἀλγηδόνα] τὸ ἐπ’ αὐτῶι πένθος πρὸς πασ․․․- | |
| 20 | ησεν. εἰ δέ τις δὴ ὑστερεῖν [— — — — — — — — — — — — — — — — — — — — — — — — —] |
| ἁγημένων τὰν συμφορὰν τῶν [ν]οούντων(?) [— — — — — — — — — — — — — — — — μ]ε- | |
| [τ]αλλαχότος οὐχ ὡς ἰδίους, ἀλλ’ ὅμ[ως ․․․․․c.15․․․․․․], διὰ ταῦτα πάντα ἔδοξε τῶι δάμωι· κατὰ πρόσωπον | |
| μὲν παραμυθήσασθαι τάν τε ἀδελφὰν τοῦ τετελευτακότος Πασιχάρειαν καὶ τὸν θεῖον αὐτοῦ Ἀριστοκράτη | |
| καὶ τὸν Πασιχαρείας ἄνδρα Πρατόλαον, δι[ό]τι ἁμεῖν διπλασίων ἁ ἐπὶ τῶι πάθει γεγένηται λύπα, | |
| 25 | φέρειν τὸ συμβεβακὸς ἀνθρωπίνως, διὰ δὲ τοῦ ψαφίσματος τοὺς γονεῖς αὐτοῦ Λαμπρίαν καὶ Τει- |
| μοκράτη καὶ Τειμοσθενίδα α[ἰτῆσ]αι, ὑπὸ τᾶς ἀνθρωπίνας φύσεως καὶ ἀνάγκας ․․ως [φέρ]ειν, τὰς δὲ | |
| κοινὰς ἁπάντων τύχας κοιναῖς μετρεῖν λύπαις· v στεφανῶσαι δὲ τὸν μεταλλαχότα χρυσῶι | |
| στεφάνωι, ὑπερβάλλοντα τὸ τᾶς ἁλικίας μέτρον τᾶι τοῦ βίου καλοκαγαθίαι· v ἀναθεῖναι δὲ αὐτοῦ ἐν μὲν | |
| τῶι γυμνασίωι εἰκόνα χαλκέαν πεζικάν, ἐπὶ δὲ τᾶς ἀγορᾶς γραπτὰν ἐπίχρυσον, ἐπιγραφὰς ἐ- | |
| 30 | χούσες· "ἁ πόλις Τίτον Στατείλιον Λαμπρίαν, υἱὸν μὲν Τειμοκράτους καὶ Τειμοσθενίδος, ἀδελφὸν |
| δὲ Πασιχαρείας, ἀδελφιδοῦν δὲ Ἀριστοκράτους, ἥρωα"· ἀναθεῖναι δὲ αὐτοῦ καὶ ἐν Ἐπιδαύρωι ἐν τῶι ἱερῶ[ι] | |
| τοῦ Ἀσκλαπιοῦ εἰκόνα χαλκέαν, ἐπὶ δὲ τᾶς ἀγορᾶς γραπτὰν ἐπίχρυσον, ἐπιγραφὰν ἐχούσες τὰν αὐ- | |
| τάν. |
IG IV²,1
86