[ ] Arkadia — Thisoa
1 ἐπει[δὴ] Θύμων Παυσίων[ο]ς Θελφούσ[ιος]
ὑπ[άρ]χε[ι] φίλος ὢν καὶ εὔχρηστος τᾶι π[όλει]
καὶ [τοῖς] ἰδ[ι]ώταις τοῖς παραγινομένοις κα[ὶ]
χρε̣ί̣[αν] ἔχουσιν, καὶ τᾶς πόλιος χρείαν ἐχούσας
5 διαφόρου ἔδωκε τᾶι πόλει, δεδόχθαι Θύμωνα
Παυσίωνος Θελφούσιον πρόξενον ἦναι καὶ εὐερ-
γέταν τᾶς πόλιος αὐτὸγ καὶ ἐγγόνος· ἦν[αι δ]ὲ αὐ-
τοῖς καὶ ἐπινομίαν καὶ τὰ ἄλλα τίμια ὅσα ὑ[πά]ρχει
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πό-
10 λιος· γράψαι δὲ καὶ τὸς ἐπιμελητὰς τὸ ψάφισμα
ἐγ χάλκωμα καὶ ἀναθῆναι ἐν τὸ ἱερὸν τῶ Μεγά-
λω Θεῶ.
                    Θελ{²fulgur}²φοῦ {²⁶Θελφοῦ}²⁶.
Search Help
Contact Us