[ ]
Arkadia — Thisoa — 3rd/early 2nd c. BC
| 1 | [— — — — — — — — — — — — — —] εἶ[μεν] αὐτοῖς ἀσφά- |
| λειαν κ[αὶ π]ολέμου καὶ ἰράνας κα̣ὐτ̣ῷ καὶ ἐγόνοις· εἶμεν | |
| δὲ αὐτοῖς καὶ ἐπιξυλίαν καὶ ἀτέλειαν πάντων ὧν ἁ [πό]- | |
| λις ἁ ἁμετέρα κυριεύει· εἶμεν δὲ αὐτὸν καὶ Θισοαῖον καὶ εἰ- | |
| 5 | ς φάτραν ἕρπειν ὁποίαν ἂν βόληται· ὑπάρχε[ιν] δὲ αὐτοῖ̣ς̣ καὶ τὰ |
| λοιπὰ φιλάνθρωπα τῶν οἱ Θισοαῖοι κυριεύονσι, ὅσα καὶ τοῖς ἄλλοι- | |
| ς προξένοις καὶ εὐεργέταις τῶν Θισοαίων· γρά[ψαι] δὲ καὶ τὸς ἐπι- | |
| μελητὰς τ<ὸ> ψάφισσμα ἐν χάλκω[μ]α κἀ̣ν̣α̣θ̣ῆ̣ν̣α̣ι̣ ἐς τὸ ἱερὸν το͂ Με- | |
| γάλο Σιοῦ. |