[ ] Arkadia — Thisoa — 3rd/early 2nd c. BC
1 [— — — — — — — — — — — — — —] εἶ[μεν] αὐτοῖς ἀσφά-
λειαν κ[αὶ π]ολέμου καὶ ἰράνας κα̣ὐτ̣ῷ καὶ ἐγόνοις· εἶμεν
δὲ αὐτοῖς καὶ ἐπιξυλίαν καὶ ἀτέλειαν πάντων ὧν ἁ [πό]-
λις ἁ ἁμετέρα κυριεύει· εἶμεν δὲ αὐτὸν καὶ Θισοαῖον καὶ εἰ-
5 ς φάτραν ἕρπειν ὁποίαν ἂν βόληται· ὑπάρχε[ιν] δὲ αὐτοῖ̣ς̣ καὶ τὰ
λοιπὰ φιλάνθρωπα τῶν οἱ Θισοαῖοι κυριεύονσι, ὅσα καὶ τοῖς ἄλλοι-
ς προξένοις καὶ εὐεργέταις τῶν Θισοαίων· γρά[ψαι] δὲ καὶ τὸς ἐπι-
μελητὰς τ<ὸ> ψάφισσμα ἐν χάλκω[μ]α κἀ̣ν̣α̣θ̣ῆ̣ν̣α̣ι̣ ἐς τὸ ἱερὸν το͂ Με-
γάλο Σιοῦ.
Search Help
Contact Us