[ ] Att. — non-stoich. — c. 165/4
See also:
1 ἐπὶ Πέλοπος ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδος δωδεκάτης πρυτανείας,
ἧι Διονυσικλῆς Διονυσίου Ἑκαλῆθεν ἐγραμμάτευεν· Σκιροφοριῶνος ἕ-
κτει ἐπὶ δέκα, ἕκτει καὶ δεκάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θε-
άτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ῥηξίων Δαματρίου Θοραιεὺς καὶ συμ-
5 πρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἄρχιππος Ἀρχίου Βατῆθεν
εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει ὁ δήμαρχος ὁ Ἐλευσινίων ὑπὲρ τῶν θυσι-
ῶν ὧν ἔθυσεν τοῖς τε Ἁλώιοις καὶ τοῖς Χλοίοις τεῖ τε Δήμητρι καὶ τεῖ
Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν, συνετέλεσεν δὲ καὶ τὴν τῶν
Καλαμαίων θυσίαν καὶ τὴν πομπὴν ἔστειλεν κατὰ τὰ πάτρια μετὰ
10 τοῦ ἱεροφάντου καὶ τῶν ἱερειῶν προσδαπανήσας εἰς ταῦτα πάντα οὐ-
κ ὀλία ἐκ τῶν ἰδίων, καὶ ἀπαγγέλλει γεγονέναι τὰ ἱερὰ καλὰ καὶ σωτήρια·
τύχει ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν
ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ-
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ τὰ μὲν ἀ-
15 γαθὰ δέχεσθαι τὰ γεγονότ[α][ν] τοῖς ἱεροῖς οἷς ἔθυσεν ἐφ’ ὑγιείαι καὶ
σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυναικῶν καὶ τῶν
φίλων καὶ συμμάχων· ἐπαινέσαι δὲ τὸν δήμαρχον τὸν Ἐλευσινίων Πάμ-
φιλον Ἄρχοντος Ἐλευσίνιον καὶ στεφανῶσαι μυρρίνης στεφάνωι, ὧι πά-
τριόν ἐστιν εὐσεβεί̣ας ἕνεκεν τῆς πρὸς τοὺς θεούς. ἀναγράψαι δ[ὲ]
20 τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθί-
νει καὶ στῆσαι ἐν τεῖ αὐλεῖ̣ τοῦ ἱεροῦ τοῦ ἐν Ἐλευσῖνι, εἰς δὲ τὴν ἀναγρα-
φὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμίαν τῶν στρατιω-
τικῶν τὸ γενόμενον ἀνάλωμα.
23a                            vacat 0.02
col. I.24 ἡ βουλὴ
25 Πάμφιλον
ἄρχοντος
Ἐλευσίνιον
  δημαρχή-
    σαντα
col. II.24   ὁ δῆμος
25 ὁ Ἐλευσινίω[ν]
Πάμφιλον Ἄρ-
χοντος Ἐλευ-
σίνιον δημαρ-
  χήσαντα
col. III.24 ὁ δῆμος
25 Πάμφιλον
Ἄρχοντος
Ἐλευσίνιον
 δημαρχή-
 σαντα
29a                        vacat 0.03
30 Ξενοκράτης Ξενοκράτου Ἐλευσίνιος εἶπεν· ἐπειδὴ Πάμφιλος Ἄ[ρχοντος]
[κα]ταστ̣αθεὶς δήμαρχος εἰς τὸν ἐπὶ Πέλοπος ἄρχοντος ἐνιαυτ[ὸν τοῖς Δι]-
[ονυσί]οις ἔθυσεν τῶι Διονύσωι καὶ τὴν πομπὴν ἔπεμψεν καὶ τ․․․c.9․․․
․․․c.9․․․τον, ἔθηκεν δὲ καὶ τὸν ἀγῶνα ἐν τῶι θεάτρωι, ὃν σ[υντελοῦσιν]
[Ἐλευσίνιοι σπου]δῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, ἔθυ[σεν δὲ τοῖς Ἁλώιοις]
35 [καὶ τοῖς Χλοίοις τεῖ Δήμη]τρι καὶ τεῖ Κόρει θύματα παρασ[χὼν ἐκ τῶν ἰδίων καὶ]
[τῆς πομπῆς καὶ τῆς τῶν Καλα]μαίων θυσίας συνε[πεμελήθη μετὰ τοῦ ἱεροφάντου]
[καὶ τῶν ἱερειῶν — — — — — —] εἰς αὐτὴν δ[απανήσας — — — — — — —]
— — — — — — — — — — — — — — τρ — — — — — — — — — — — —
Search Help
Contact Us