| 1 | ἐπὶ Πέλοπος ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδος δω- |
| δεκάτης πρυτανείας· Σκιροφοριῶνος <ἕκτει ἐπὶ δέκα>, ἕκτει καὶ δ[ε]- | |
| κάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θεάτρωι· ἔδο- | |
| ξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Αἰσχέας Θεοπείθου | |
| 5 | Κηφισιεὺς εἶπεν· ἐπειδὴ ὁ ἱερεὺς τοῦ Ἀσκληπ[ιοῦ] |
| τοῦ ἐν ἄστει Πρωταγόρας Νικήτου Περγασῆθεν [πρό]- | |
| σοδον ποιησάμενος πρὸς τὴμ βουλὴν ἀπήγγελ[λ]εν | |
| ἐν αἷς πεποίηται θυσίαις γεγονέναι τὰ ἱερὰ καλὰ | |
| καὶ σωτήρια πᾶσιν Ἀθηναίοις καὶ τοῖς οἰκοῦσιν τὰς π[ό]- | |
| 10 | [λ]εις τὰς Ἀθηναίων, ἐπιμεμέληται δὲ καὶ τῆς [τοῦ να]- |
| οῦ εὐκοσμίας καὶ τὰς θυσίας ἁπάσας τέθυκεν κατὰ [τὰ] | |
| ψηφίσματα, πεποίηται δὲ καὶ τὴν ἀναστροφὴν εὐσχημό[ν]- | |
| [ως —]ΙΙΙ#⁷Ι․#⁷Ι․#⁷ΝΙΕΙ ἱερά, vv τ[ύχηι ἀγαθῆι δεδόχθαι τεῖ] | |
| βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν [ἐκκλησί]- | |
| 15 | αν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλ[ε]- |
| σθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλε[ῖ] | |
| ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀσκληπι[οῦ τ]οῦ ἐν ἄ[σ]τ[ει] | |
| καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι εὐσε- | |
| βείας ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχων διατελεῖ | |
| 20 | πρὸς τοὺς θεούς· vvv ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν |
| στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τοῦ Ἀσκληπιοῦ ἱερῶ[ι], | |
| τὸν δὲ ταμίαν τῶν στρατιωτικῶν μερίσαι τὸ γενόμε- | |
| νον ἀνάλωμα εἰς τὴν ἀναγραφὴν τῆς στήλης. | |
| 23a | in corona: |
| 24 | ἡ βουλὴ |
| 25 | ὁ δῆμος |
| τὸν ἱερέ[α] | |
| Πρω[ταγόραν] | |
| Περγασῆ[θεν]. |
IG II²
950