Manumission record with consecration to Zeus Soter. Stone block, reused in the construction of a late Roman tower.
[ ]
Epeiros — Bouthrotos (Butrint) — after 163 BC
| left margin.1 | ἀγαθᾶι τύχαι· |
| 2 | [σ]τραταγοῦντος τῶν Πρασαιβῶν Νικάνδρου Ὀπορρωνίου, π[ρ]ο- |
| στα{τα}τοῦντος {²⁶προστατοῦντος}²⁶ δὲ Ἀδμάτου Λυκτεννοῦ, ἱερεύοντος δὲ τῶι Διὶ | |
| τῶι Σωτῆρι Μυρτίλου τοῦ Σαώτα Ἀνεμωτίου, μηνὸς Γαμειλίου ἁμέ- | |
| 5 | ραι δεκάται, ἀφίεντι ἐλε{λε}υθέραν {²⁶ἐλευθέραν}²⁶ καὶ ἀνατίθεντι ἱερὰν |
| τῶι Διὶ τῶι vac. Σωτῆρι Ἀντιγόναν Μαχάτας, Ἀρχίδαμος, Φαινώ, | |
| vac. Μαχάτας· μάρτυρες ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ Σω- | |
| %⁸¹τῆρος Μυρτίλος Σαώτα Ἀνεμώτιος καὶ τῶν ἄλλων | |
| πολιτᾶν Ἀνδρίσκος Κεφάλου Σακαρωνός, Σίμακος Σακ‵α′ρωνός, | |
| 10 | Νικόλαος Νικαίου Θάριος, Σωσίπατρος Γόργου Βουθρώτιος. |