Manumission record with consecration to Zeus Soter. Stone block, reused in the construction of a late Roman tower.
[ ]
Epeiros — Bouthrotos (Butrint) — after 163 BC
| 1 | ἀγαθᾶι τύχαι· στραταγοῦντος Πρασαι- |
| βῶν Νικάνδρου Ὀπορρωνίου, προσ- | |
| τατοῦντος δὲ Ἀδμάτου Λυκτεννοῦ, | |
| ἱερεύοντος δὲ το͂ι Σωτῆρι Μυρτίλου Ἀνεμω- | |
| 5 | τίου, ἀφίητι Γέλων ὁ Φιλίππου καὶ ἀνατίθη- |
| τι ἱερὸν το͂ι Διὶ το͂ι Σωτῆρι Ἡρακλείδαν· παραμε- | |
| νέτω δὲ Ἡρακλείδας παρὰ Γέλωνα ἇς κα | |
| ζο͂ι Γέλων, ἐπεὶ δέ κα τελευταίοι Γέλων ἴ- | |
| μεν Ἡρακλείδαν ὅπαι κα θέλῃ· μάρτυρες ὅ | |
| 10 | [τε] προστάτας Ἄδματος Νικαίου Λυκτεννὸς |
| καὶ τῶν συναρχόντων Ἀλέξανδρος Ἀνε- | |
| ροίτα Πυλλίεο̣[ς(?)] καὶ τῶν ἄλλων πολιτᾶν | |
| Μυρτίλος Σαώτα Ἀνεμώτιος, Λυκίσκος | |
| Λύκου vacat Ὀφύλλιος, Ἀντιφῶν Βοΐσκου | |
| 15 | vacat Βουθρώτιος. |