Manumission record with consecration to Zeus Soter. Stone block, reused in the construction of a late Roman tower.
[ ]
Epeiros — Bouthrotos (Butrint) — after 163 BC
1 | ἀγαθᾶι τύχαι· στραταγοῦντος Πρασαι- |
βῶν Νικάνδρου Ὀπορρωνίου, προσ- | |
τατοῦντος δὲ Ἀδμάτου Λυκτεννοῦ, | |
ἱερεύοντος δὲ το͂ι Σωτῆρι Μυρτίλου Ἀνεμω- | |
5 | τίου, ἀφίητι Γέλων ὁ Φιλίππου καὶ ἀνατίθη- |
τι ἱερὸν το͂ι Διὶ το͂ι Σωτῆρι Ἡρακλείδαν· παραμε- | |
νέτω δὲ Ἡρακλείδας παρὰ Γέλωνα ἇς κα | |
ζο͂ι Γέλων, ἐπεὶ δέ κα τελευταίοι Γέλων ἴ- | |
μεν Ἡρακλείδαν ὅπαι κα θέλῃ· μάρτυρες ὅ | |
10 | [τε] προστάτας Ἄδματος Νικαίου Λυκτεννὸς |
καὶ τῶν συναρχόντων Ἀλέξανδρος Ἀνε- | |
ροίτα Πυλλίεο̣[ς(?)] καὶ τῶν ἄλλων πολιτᾶν | |
Μυρτίλος Σαώτα Ἀνεμώτιος, Λυκίσκος | |
Λύκου vacat Ὀφύλλιος, Ἀντιφῶν Βοΐσκου | |
15 | vacat Βουθρώτιος. |