[ ] Boiotia — Thespiai — ca. 125 AD — IG VII 1828 — SEG 53.477 (cf.) — SEG 64.448 (cf.)
See also:
1 ὦ παῖ τοξότα Κύπριδος λιγείης,
Θεσπιαῖς Ἑλικωνίαισι ναίων
Ναρκίσσου παρὰ κῆπον ἀνθέοντα,
ἱλήκοις· τὸ δέ τοι δίδωσι δε͂ξο
5 ἀκροθείνιον Ἁδριανὸς ἄρκτου,
ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας.
σὺ δ’ αὐτῶι χάριν ἀντὶ τοῦ σαόφρων
πνέοις οὐρανίας ἀπ’ Ἀφροδίτης.
Search Help
Contact Us