[ ]
Boiotia — Thespiai — ca. 125 AD — IG VII 1828 — SEG 53.477 (cf.) — SEG 64.448 (cf.)
See also:
| 1 | ὦ παῖ τοξότα Κύπριδος λιγείης, |
| Θεσπιαῖς Ἑλικωνίαισι ναίων | |
| Ναρκίσσου παρὰ κῆπον ἀνθέοντα, | |
| ἱλήκοις· τὸ δέ τοι δίδωσι δε͂ξο | |
| 5 | ἀκροθείνιον Ἁδριανὸς ἄρκτου, |
| ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας. | |
| σὺ δ’ αὐτῶι χάριν ἀντὶ τοῦ σαόφρων | |
| πνέοις οὐρανίας ἀπ’ Ἀφροδίτης. |