| 1 | ὦ παῖ τοξότα Κύπριδος λιγείης |
| Θεσπιαῖς Ἑλικωνίαισι ναίων | |
| ναρκισσοῦ παρὰ κῆπον ἀνθέοντα, | |
| ἱλήκοις· τὸ δέ τοι δίδωσι δέξο | |
| 5 | ἀκροθείνιον Ἁδριανὸς ἄρκτου, |
| ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας. | |
| σὺ δ’ αὐτῶι χάριν ἀντὶ τοῦ σαόφρων | |
| πνέοις Οὐρανίας ἀπ’ Ἀφροδίτης. |
IG VII
1828