[ ]
Lakonike — Kotyrta — 2nd c. BC
| 1 | ἐπειδὴ Ἀρισταγόρας Ἀγη<ἱ>ξένου [Λακε]- |
| δαιμόνιος εὔνους ὢν διατελεῖ τᾶι πό- | |
| λει ἁμῶν ἐν παντὶ καιρῶι σπουδᾶς | |
| οὐθὲν ἐλλείπων, ἔδοξε τῶι δάμωι | |
| 5 | τῶν Κοτυρτατᾶν· Ἀρισταγόραν Ἀγη<ἱ>- |
| ξένου Λακεδαιμόνιον πρόξενον εἶ- | |
| μεν καὶ εὐεργέταν τᾶς πόλεος vacat | |
| τῶν Κοτυρτατᾶν αὐτὸν καὶ ἐγόνους· | |
| ὑπάρχειν δὲ αὐτῶι γᾶς καὶ οἰκίας ἔν- | |
| 10 | κτησιν καὶ ἐπινομίαν καὶ ἀσυλίαν καὶ |
| πολέμου καὶ εἰράνας καὶ τὰ λοιπὰ | |
| τίμια, ὅσα καὶ τοῖς λοιποῖς προξένοι[ς] | |
| τᾶς πόλεος ὑπάρχει· καλέσαι δὲ αὐ- | |
| τὸν καὶ ἐπὶ τὰν κοινὰν ἑστίαν καὶ δό- | |
| 15 | μεν αὐτοῖ τοὺς ἐφόρους ξένια τὰ μέ- |
| γιστα ἐκ τῶν νόμων· τὰν δὲ προξενί- | |
| αν ταύταν ἀναγραψάντω οἱ ἔφοροι | |
| οἱ ἐν τῶι μετὰ Βιάδαν ἐνιαυτῶι εἰς στά- | |
| λαν λιθίναν καὶ ἀναθέντω εἰς τὸ ἱερὸν | |
| 20 | τοῦ Ἀπόλλωνος τοῦ Ὑπερτελεάτα. |