[ ]
Lakonike — Kotyrta — ca. 150-100 BC
| 1 | ἐπειδὴ Ἄρατος Νικία Λακεδαιμόνι- |
| ος ε̣ὔνους ὢν διατελεῖ τᾶι πόλει | |
| ἁμῶν καὶ τοῖς πολίταις τοῖς χρείαν | |
| ἔχουσι συμπροσγινόμενος ἐκτε- | |
| 5 | νῶς ἐμ παντὶ καιρῶι, σπουδᾶς καὶ φι- |
| λοτιμίας οὐθὲν ἐλλείπων περὶ πᾶσαν | |
| χρείαν, <ἃν> τυνχάνει τις ἔχων ἢ κατὰ κοινὸν | |
| ἢ καθ’ ἱδίαν, ἔδοξε τῶι δάμωι τῶν Κο- | |
| τυρτατᾶν· Ἄρατον Νικία Λακεδαιμόνιον | |
| 10 | πρόξενον εἶμεν καὶ εὐεργέταν τᾶς πό- |
| λεος τῶν Κοτυρτατᾶν αὐτὸν καὶ ἐκγό- | |
| νους, ὑπάρχειν δὲ αὐτοῖς γᾶς καὶ οἰκίας | |
| ἔγκτησιν καὶ ἐπιγαμίαν καὶ ἐπινομί- | |
| αν καὶ ἀτέλειαν καὶ ἀσυλίαν καὶ πολέμου | |
| 15 | καὶ εἰράνας καὶ τὰ λοιπὰ τ̣[ί]μ̣ι̣[α], ὅσα καὶ |
| τοῖς ἄλλοις προ[ξ]ένοις τᾶς πόλεος ὑ- | |
| πάρχει· καλέσαι δὲ αὐτὸν καὶ εἰς τὰν | |
| κοινὰν ἑστίαν καὶ δόμεν αὐτῶι τοὺς ἐ- | |
| φόρους ξένια τὰ μέγιστα ἐκ τῶν νόμων· | |
| 20 | τὰν δὲ προξενίαν οἱ ἔφοροι οἱ περὶ Παλαι- |
| στέαν <ἀν>αγραψάντω εἰς στάλαν λιθίναν | |
| καὶ ἀναθέντω εἰς τὸ ἱερὸν τοῦ Ἀπό[λλ]ω- | |
| νος τοῦ Ὑπερτελεάτα· γραψάντω δὲ καὶ | |
| τοῦ ψαφίσματος ἀντίγραφον ποτὶ τοὺς | |
| 25 | ἐφόρους τῶν Λακεδαιμονίων. |