[ ]
Lakonike — Boiai
| 1 | Ἀ̣[ρέσκουσαν τήνδε γονεῖς κλαίουσι θανοῦσαν] |
| ἠδ’ ὅσσοι ταύ̣τ̣[ην λαοὶ ἔχουσι πόλιν]· | |
| ἦν μὲν γὰρ γεν̣εῆς ἰδ<ί>ης π̣ερ̣ι̣[καλλὲς ἄγαλμα], | |
| ὡς σέλας ἠελ[ί]ου, ὡς ῥόδεος στέφανο̣[ς], | |
| 5 | εἶδος ἔχουσ’ ἐρατὸν ἴκελον χρυσῇ Ἀφ̣[ροδίτῃ], |
| ἔργα δ’ Ἀθηναίῃ καὶ φρένας ἠδὲ νόον. | |
| οὔ κέν τις ψεύ̣σαιτο πρὸς Οὔλυμπόν [μιν ἀεῖραι] | |
| Κύπριδι νηο̣πόλον ἀθανάτους μ[υχίαν] | |
| ἢ καὶ Ἀθηνα̣ίης πάρεδρον θέμεν, ἠδὲ [θεράπνην] | |
| 10 | Ἀρτέμιτος καλῆς τοξοφόρου λοχίης, |
| παντοίης ἀρετῆς καὶ εἴδεος εἵνεκ’ ἐ[ραστοῦ] | |
| καὶ πινυτῆς ἐρατῆς καὶ φρενὸς ἠγαθ̣[έης]. | |
| τῷ ῥ’ ἄμοτον κλαίοντες ἐν οἴκοις οὔπο[τε θυμὸν] | |
| ἀινοπαθῆ δ̣ακρύων πλήσουσιν γενέτ[αι], | |
| 15 | σὴν ἀρετὴν τεά τ’ ἔργα σαοφροσύνην τε π[οθοῦντες] |
| εἶδος τε ἠγάθεον, Ἀρέσκουσα κλυτή. |