1 | [θ]εο[ί]· |
[ἐπὶ Ζ]ωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολε[μα]ιίδος δεκ[άτ]ης [πρυ]- | |
[τανε]ίας, ἧι Μεγάριστος Πύρρου Αἰξωνε[ὺ]ς ἐγραμμ[ά]τευεν· | |
[Ἐλαφ]ηβολιῶνος δεκάτει ὑστέραι, τετάρτει τῆς πρυτανεί- | |
5 | [ας· ἐκκλ]ησία ἐν Διονύσου· τῶν προέδρ[ων] ἐπεψήφιζεν Σώπα- |
[τρος Φι]λάγρου Ὑβάδης καὶ συμπρόεδροι· | |
ἔδοξεν τῶι δήμωι· | |
[Ξένων] Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ ὁ [ἄ]ρχων Ζώπυρος | |
[ἀπο]φαίνει τὸν πατέρα τῆς καταλεγ̣είσης κανηφόρου Ζώπυρο[ν] | |
10 | [πέ]μψαι τὴν θυγατέρα τὴν ἑαυτοῦ Τιμο[θέα]ν οἴσουσαν τὸ ἱερὸν |
κανοῦν τῶι θεῶι κατὰ τὰ πάτρια, προσαγαγεῖν δὲ αὐτὸν καὶ θῦ- | |
μα ὡς ἠδύνατο κάλλιστον, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν λοιπῶν | |
τῶν καθηκόντων ἑαυτῶι εἰς τὴν πομπὴν καλῶς καὶ φιλοτί- | |
μως· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι τὸν πατέρα | |
15 | τῆς κανηφόρου Ζώπυρον Δικαίου Μελιτέα [κ]αὶ στεφανῶσαι |
αὐτὸν κιττοῦ̣ στεφάνωι εὐσεβείας ἕνεκ[α] τῆς πρὸς τοὺς | |
θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸ[ν Ἀ]θηναίων. ἀναγρά- | |
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν | |
ἐν στήληι λιθίν[ε]ι [κα]ὶ στῆσαι ἐν τῶι τεμένει τοῦ Διονύσου, | |
20 | τὸ δὲ γενόμενον <ἀνά>λωμα μερίσαι τὸν τα[μ]ίαν τῶν στρατιωτι- |
κῶν. | |
21a | vacat 0.12 |
in corona hederacea: | |
22 | ὁ δῆμος |
τὸν πατέρα | |
τῆς κανη- | |
25 | φόρου |
Ζώπυρον | |
Δικαίου | |
Μελιτέα | |
28a | vacat 0.09 |
29 | ἐπὶ Ζωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολεμαιίδος δεκάτης πρυτανεί- |
30 | ας, ἧι Μεγάριστος Πύρρου Αἰξωνεὺς ἐγραμμάτευεν· Ἐλαφηβολιῶ- |
νος δεκάτει ὑστέραι, τετάρτει τῆς πρυτανείας· ἐκκλησία ἐν Διο- | |
νύσου· τῶν προέδ[ρ]ων ἐπεψ[ή]φιζεν Σώπατρος Φιλάγρου Ὑβάδης κα[ὶ] | |
συμπρόεδροι· vacat ἔδοξεν τῶι δήμωι· vacat | |
Ξένων Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ οἱ χειροτονηθέντες | |
35 | ἐπιμεληταὶ τῆς πομπῆς ἐπὶ Ζωπύρου ἄρχοντος τάς τε θυσίας ἔθυ- |
σαν τοῖς θεοῖς οἷς πάτριον ἦν, ἔπεμψαν δὲ καὶ τὴν πομπὴν μετὰ | |
τοῦ ἄρχοντος ὡς ἠδύναντο φιλοτιμότατα, ἐπεμελήθησαν δὲ καὶ | |
τῶν ἄλλων ὧν καθῆκεν αὐτοῖς· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, | |
ἐπαινέσαι τοὺς ἐπιμελητὰς τῆς πομπῆς καὶ στεφανῶσαι ἕκαστον | |
40 | [α]ὐτῶν χρυσῶι στεφάνωι εὐσεβε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ |
[φ]ιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων | |
[Π]υρρῖνον Θεοπόμπου Γαργήττιον, v Ἀγαθοκλῆν Λυσιάδου Βερενικί- | |
[δ]ην, v Ἀριστόμαχον Σθενέλου Μελιτέα v, Ἀλκίμαχον Θεοδότου Τρικορ[ύ]- | |
σιον, v Ἀριστείδην Πρ[ο]ξένου Λαμπτρέα, v Εὔξενον Ἀρχίππου Εἰρεσίδ[ην], | |
45 | Ἡράκωντα Εὐβίου Φυλάσιον, v [Μ]ενέμαχον Ἀνθεστηρίου ἐγ Μυρρινο[ύτ]- |
της, v Γόργιν Ξανθίππου Φιλαΐδην, v Ἀριστείδην Ζωΐλου Κηφισιέα, | |
Νουμήνιον Μενάνδρου Ἁλαιέα, v Ἀλέξανδρον Ἀντιγόνου Ὀτρυνέα, | |
Τιμοκράτην Τιμοκράτου Θορίκιον, v Θάρσυτον Σωσιάδου Φιλαΐδην, | |
Μένανδρον Ξένωνος Ὀῆθεν, v Βάκχιον Βακχίου Θριάσιον, v Δάφνιν Φανο[δί]- | |
50 | κου Ἀφιδναῖον, v Θεόδωρον Δημητρίου Κυδαθηναιέα, v Ἀθηνά[δ]ην Κρατέ[ρ]- |
μου Ῥαμνούσιον, v Μενέδαμον Ἀνδροσθένου Φιλαΐδην, v Διονύσιον Ξέν[ω]- | |
νος Ἁμαξαντέα, v Φιλόπολιν [Μι]κκέου Ποτάμιον, v Ἴωνα Ἀριστοβούλου Ἀμφ[ι]- | |
τροπῆθεν, v Νέαρχον Χαίρωνος Θριάσιον. v ἀναγράψαι δὲ τόδε τὸ ψήφι[σ]- | |
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει καὶ στῆσ[αι] | |
55 | ἐν τῶι τεμένει τοῦ Διονύσου, τὸ δὲ γενόμενον ἀνάλωμα εἰς ταῦτα μ[ερί]- |
σαι τὸν ταμίαν τῶν στρατιωτικῶν. | |
56a | vacat 0.11 |
in corona hederacea: | |
col. I.57 | ἡ βουλὴ |
ὁ δῆμος | |
τοὺς παῖδας | |
60 | τοὺς ἐλευθέ- |
ρους καὶ τὸν | |
διδάσκαλον | |
αὐτῶ[ν ․․․]ο | |
— — — — — — | |
col. II.56b | in corona oleaginea: |
57 | ὁ δῆ[μος] |
τοὺς [ἐπιμε]- | |
λητ[ὰς τῆς] | |
60 | πο[μπῆς] |
IG II²
896