Honorific decrees for Zopyros, the father of a kanephoros, and for the epimeletai of the procession.  Pedimental stele of gray marble, broken at the bottom, in two joining fragments. Non-stoich. c. 43-52.
[ ] Attica — Athens — Theater of Dionysos — ca. 186/5 BC — IG II² 896
See also:
I.1 [θ]εο[ί]·
[ἐπὶ Ζ]ωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολεμ̣α̣ιΐδος δεκ[ά]της [πρυ]-
[τανε]ίας, ἧι Μεγάριστος Πύρρου Αἰξωνεὺ̣ςVIII ἐγραμμτευεν·
[Ἐλαφ]ηβολιῶνος δεκάτει ὑστέραι· τετάρτει τῆς πρυτανεί-
5 [ας· ἐκκ]λησία ἐν Διονύσου· τῶν προέδρ[ω]ν ἐπεψήφιζεν Σώπα-
[τρος Φι]λ̣άγρου Ὑβάδης καὶ συμπρόεδροι·                         vacat
                                          ἔδοξεν τῶι δήμωι·
[Ξένω]ν̣ Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ ὁ ἄ̣ρχων Ζώπυρος
[ἀπο]φαίνει τὸν πατέρα τῆς καταλεγ̣είσης κανηφόρου Ζώπυρον
10 [π]έμψαι τὴν θυγατέρα τὴν ἑαυτοῦ Τ̣[— c.6 —] οἴσουσαν τὸ ἱερὸν
κανοῦν τῶι θεῶι κατὰ τὰ πάτρια, προσαγαγεῖν δὲ αὐτὸν καὶ θῦ%⁸⁰-
μα ὡς ἠδύνατο κάλλιστον, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν λοιπῶν v
τῶν καθηκόντων ἑαυτῶι εἰς τὴν πομπὴν καλῶς καὶ φιλοτί%⁸⁰-
μως, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι τὸν πατέρα
15 τῆς κανηφόρου Ζώπυρον Δικαίου Μελιτέα καὶ στεφανῶσαι v
αὐτὸν κιττοῦ στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς v
θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸν̣ θηναίων· ἀναγρά-
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν̣ κατὰ πρυτανείαν
ἐν στήληι λιθίν[ε]ι [κα]ὶ στῆσαι ἐν τῶι τεμένει τοῦ Διονύσου· v
20 τὸ δὲ γενόμενον ἀ̣<νά>λωμα μερίσαι τὸν τα[μ]ίαν τῶν στρατιωτι-
κῶν.                                                           vacat
                                               vacat 0,065
                                  {²in corona
                                  {²hederacea:
22                                           ὁ δῆμος
                                        τὸν πατέρα
                                          τῆς κανη-
25                                            φόρου
                                        Ζώπυρον
                                         Δικαίου
                                      Μελιτέα
                                            vacat 0,035
II.29 ἐπὶ Ζωπύρου ἄρχοντος, ἐπὶ τῆς Πτολεμαιΐδος δεκάτης πρυτανεί-
30 ας, ἧι Μεγάριστος Πύρρου ΑἰξωνεὺςVIII ἐγραμμάτευεν· Ἐλαφηβολιῶ-
νος δεκάτει ὑστέραι· τετάρτει τῆς πρυτανείας· ἐκκλησία ἐν Διο-
νύσου· τῶν προέδρ̣ων ἐπεψ[ή]φιζεν Σώπατρος Φιλάγρου Ὑβάδης κα[ὶ]
συμπρόεδροι·    vacat         ἔδοξεν τῶι δήμωι·     vacat
Ξένων Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ οἱ χειροτονηθέντες
35 ἐπιμεληταὶ τῆς πομπῆς ἐπὶ Ζωπύρου ἄρχοντος τάς τε θυσίας ἔθυ-
σαν τοῖς θεοῖς, οἷς πάτριον ἦν, ἔπεμψαν̣ δὲ καὶ τὴν πομπὴν μετὰ
τοῦ ἄρχοντος ὡς ἠδύναντο φιλοτιμότατα, ἐπεμελήθησαν δὲ καὶ
τῶν ἄλλων ὧν καθῆκεν αὐτοῖς, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· v
ἐπαινέσαι τοὺς ἐπιμελητὰς τῆς πομπῆς καὶ στεφανῶσαι ἕκαστον̣
40 [α]ὐτῶν χρυσῶι στεφάνωι εὐσεβε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ
[φ]ιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων vvv
[Π]υρρῖνον Θεοπόμπου ΓαργήττιονII Ἀγαθοκλῆν Λυσιάδου̣ Βερενικί%⁸⁰-
δ̣ηνV Ἀριστόμαχον Σθενέλου ΜελιτέαVIII Ἀλκίμαχον Θεοδότου Τρικορ[ύ]-
σιονX Ἀριστείδην Προξένου ΛαμπτρέαI Εὔξενον Ἀρχίππου Εἰρεσίδη̣[ν]VI
45 Ἡράκωντα Εὐβίου ΦυλάσιονVII Μενέμαχον Ἀνθεστηρίου ἐγ Μυρρινο[ύτ]-
τηςII Γόργιν Ξανθίππου ΦιλαίδηνII Ἀ̣ριστείδην Ζωΐλου ΚηφισιέαI
Νουμήνιον Μενάνδρου ἉλαιέαII Ἀλέξανδρον Ἀντιγόνου ὈτρυνέαII vv
Τιμοκράτην Τιμοκράτου ΘορίκιονVI Θάρσυτον Σωσάδου ΦιλαίδηνII
Μένανδρον Ξένωνος ὈῆθενVII Βάκχιον Βακχίου ΘριάσιονVII Δάφνιν Φανο[δί]-
50 κου ἈφιδναῖονV Θεόδωρον Δημητρίου ΚυδαθηναιέαIII Ἀθηνά[δ]ην Κρατέ[ρ]-
μου ῬαμνούσιονX Μενέδαμον Ἀνδροσθένου ΦιλαίδηνII Διονύσιον Ξέν[ω]-
νος ἉμαξαντέαIX Φιλόπολιν [Μ]ικκέου ΠοτάμιονIV Ἴωνα Ἀριστοβούλ̣ου Ἀμφ[ι]-
τροπῆθενXI Νέαρχον Χαίρωνος Θριάσιον·VII ἀναγράψαι δὲ τόδε τὸ ψήφι[σ]-
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει καὶ στῆσ[αι]
55 ἐν τῶι τεμένει τοῦ Διονύσου· τὸ δὲ γενόμενον ἀνάλωμα εἰς ταῦτα μ[ερί]-
σαι τὸν ταμίαν τῶν στρατιωτικῶν.                     vacat
                                                      vacat 0,085
cr. 1 in corona hederacea:
57 [ἡ] βουλή,
ὁ δῆμος
τοὺς παῖδας
60 τοὺς ἐλευθέ-
ρους καὶ τὸν
διδάσκαλον
αὐτῶ[ν ․․]ΙΟ
Σ[— — —]
cr. 2 in corona oleaginea:
65   ὁ δῆ[μος]
τοὺς [ἐπιμε]-
λητὰ[ς τῆς]
   πομ[πῆς].
Search Help