| 1 | ἐπὶ Εὐπολέμου ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδο[ς δε]- |
| [κ]άτης πρυτανείας, ἧι Στρατόνικος Στρατονίκ[ου Ἁ]- | |
| [μα]ξαντεὺς ἐγραμμάτευεν· Μουνιχιῶνος ἑν[δεκά]- | |
| τει· βουλὴ ἐμ βουλευτηρίωι σύνκλητος στρατ[ηγῶν] | |
| 5 | παραγγειλάντων καὶ ἀπὸ βουλῆς ἐκκλησία [κυρία] |
| ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Φ[ιλοκρά]- | |
| της Θεόφρονος Λαμπτρεὺς καὶ συμπρόεδρο[ι· ἔδοξεν] | |
| τεῖ βουλεῖ καὶ τῶι δήμωι· Δημήτριος Κτήσ[ωνος Προ]- | |
| [βα]λίσιος εἶπεν· ἐπειδὴ Ζωΐλος τιμώμε[νος ὑπὸ τοῦ] | |
| 10 | [βα]σιλέως Πτολεμαίου καὶ ὢν ἐμ προαγω[γῆι μεγάληι] |
| [εὔνου]ς [ὢν] διατελεῖ κοινῆι τε τῶι δήμ[ωι καὶ ἰδίαι] | |
| [τοῖς ἀφικν]ουμένοις τῶμ πολιτῶν ε[ἰς Αἴγυπτον] | |
| ․․․c.11․․․․ω̣ν ἐμπεφ[α]νίκασι — — — — — — — — — |
IG II²
897