| 1 | [θ]εο[ί]· |
| [ἐπὶ Ζ]ωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολε[μα]ιίδος δεκ[άτ]ης [πρυ]- | |
| [τανε]ίας, ἧι Μεγάριστος Πύρρου Αἰξωνε[ὺ]ς ἐγραμμ[ά]τευεν· | |
| [Ἐλαφ]ηβολιῶνος δεκάτει ὑστέραι, τετάρτει τῆς πρυτανεί- | |
| 5 | [ας· ἐκκλ]ησία ἐν Διονύσου· τῶν προέδρ[ων] ἐπεψήφιζεν Σώπα- |
| [τρος Φι]λάγρου Ὑβάδης καὶ συμπρόεδροι· | |
| ἔδοξεν τῶι δήμωι· | |
| [Ξένων] Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ ὁ [ἄ]ρχων Ζώπυρος | |
| [ἀπο]φαίνει τὸν πατέρα τῆς καταλεγ̣είσης κανηφόρου Ζώπυρο[ν] | |
| 10 | [πέ]μψαι τὴν θυγατέρα τὴν ἑαυτοῦ Τιμο[θέα]ν οἴσουσαν τὸ ἱερὸν |
| κανοῦν τῶι θεῶι κατὰ τὰ πάτρια, προσαγαγεῖν δὲ αὐτὸν καὶ θῦ- | |
| μα ὡς ἠδύνατο κάλλιστον, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν λοιπῶν | |
| τῶν καθηκόντων ἑαυτῶι εἰς τὴν πομπὴν καλῶς καὶ φιλοτί- | |
| μως· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι τὸν πατέρα | |
| 15 | τῆς κανηφόρου Ζώπυρον Δικαίου Μελιτέα [κ]αὶ στεφανῶσαι |
| αὐτὸν κιττοῦ̣ στεφάνωι εὐσεβείας ἕνεκ[α] τῆς πρὸς τοὺς | |
| θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸ[ν Ἀ]θηναίων. ἀναγρά- | |
| ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν | |
| ἐν στήληι λιθίν[ε]ι [κα]ὶ στῆσαι ἐν τῶι τεμένει τοῦ Διονύσου, | |
| 20 | τὸ δὲ γενόμενον <ἀνά>λωμα μερίσαι τὸν τα[μ]ίαν τῶν στρατιωτι- |
| κῶν. | |
| 21a | vacat 0.12 |
| in corona hederacea: | |
| 22 | ὁ δῆμος |
| τὸν πατέρα | |
| τῆς κανη- | |
| 25 | φόρου |
| Ζώπυρον | |
| Δικαίου | |
| Μελιτέα | |
| 28a | vacat 0.09 |
| 29 | ἐπὶ Ζωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολεμαιίδος δεκάτης πρυτανεί- |
| 30 | ας, ἧι Μεγάριστος Πύρρου Αἰξωνεὺς ἐγραμμάτευεν· Ἐλαφηβολιῶ- |
| νος δεκάτει ὑστέραι, τετάρτει τῆς πρυτανείας· ἐκκλησία ἐν Διο- | |
| νύσου· τῶν προέδ[ρ]ων ἐπεψ[ή]φιζεν Σώπατρος Φιλάγρου Ὑβάδης κα[ὶ] | |
| συμπρόεδροι· vacat ἔδοξεν τῶι δήμωι· vacat | |
| Ξένων Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ οἱ χειροτονηθέντες | |
| 35 | ἐπιμεληταὶ τῆς πομπῆς ἐπὶ Ζωπύρου ἄρχοντος τάς τε θυσίας ἔθυ- |
| σαν τοῖς θεοῖς οἷς πάτριον ἦν, ἔπεμψαν δὲ καὶ τὴν πομπὴν μετὰ | |
| τοῦ ἄρχοντος ὡς ἠδύναντο φιλοτιμότατα, ἐπεμελήθησαν δὲ καὶ | |
| τῶν ἄλλων ὧν καθῆκεν αὐτοῖς· ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, | |
| ἐπαινέσαι τοὺς ἐπιμελητὰς τῆς πομπῆς καὶ στεφανῶσαι ἕκαστον | |
| 40 | [α]ὐτῶν χρυσῶι στεφάνωι εὐσεβε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ |
| [φ]ιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων | |
| [Π]υρρῖνον Θεοπόμπου Γαργήττιον, v Ἀγαθοκλῆν Λυσιάδου Βερενικί- | |
| [δ]ην, v Ἀριστόμαχον Σθενέλου Μελιτέα v, Ἀλκίμαχον Θεοδότου Τρικορ[ύ]- | |
| σιον, v Ἀριστείδην Πρ[ο]ξένου Λαμπτρέα, v Εὔξενον Ἀρχίππου Εἰρεσίδ[ην], | |
| 45 | Ἡράκωντα Εὐβίου Φυλάσιον, v [Μ]ενέμαχον Ἀνθεστηρίου ἐγ Μυρρινο[ύτ]- |
| της, v Γόργιν Ξανθίππου Φιλαΐδην, v Ἀριστείδην Ζωΐλου Κηφισιέα, | |
| Νουμήνιον Μενάνδρου Ἁλαιέα, v Ἀλέξανδρον Ἀντιγόνου Ὀτρυνέα, | |
| Τιμοκράτην Τιμοκράτου Θορίκιον, v Θάρσυτον Σωσιάδου Φιλαΐδην, | |
| Μένανδρον Ξένωνος Ὀῆθεν, v Βάκχιον Βακχίου Θριάσιον, v Δάφνιν Φανο[δί]- | |
| 50 | κου Ἀφιδναῖον, v Θεόδωρον Δημητρίου Κυδαθηναιέα, v Ἀθηνά[δ]ην Κρατέ[ρ]- |
| μου Ῥαμνούσιον, v Μενέδαμον Ἀνδροσθένου Φιλαΐδην, v Διονύσιον Ξέν[ω]- | |
| νος Ἁμαξαντέα, v Φιλόπολιν [Μι]κκέου Ποτάμιον, v Ἴωνα Ἀριστοβούλου Ἀμφ[ι]- | |
| τροπῆθεν, v Νέαρχον Χαίρωνος Θριάσιον. v ἀναγράψαι δὲ τόδε τὸ ψήφι[σ]- | |
| μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει καὶ στῆσ[αι] | |
| 55 | ἐν τῶι τεμένει τοῦ Διονύσου, τὸ δὲ γενόμενον ἀνάλωμα εἰς ταῦτα μ[ερί]- |
| σαι τὸν ταμίαν τῶν στρατιωτικῶν. | |
| 56a | vacat 0.11 |
| in corona hederacea: | |
| col. I.57 | ἡ βουλὴ |
| ὁ δῆμος | |
| τοὺς παῖδας | |
| 60 | τοὺς ἐλευθέ- |
| ρους καὶ τὸν | |
| διδάσκαλον | |
| αὐτῶ[ν ․․․]ο | |
| — — — — — — | |
| col. II.56b | in corona oleaginea: |
| 57 | ὁ δῆ[μος] |
| τοὺς [ἐπιμε]- | |
| λητ[ὰς τῆς] | |
| 60 | πο[μπῆς] |
IG II²
896