[ ] Phokis — Delphi — 233-228 BC? — SIG(3) 499
1 ἐπὶ Ἥρυος ἄρχοντος, πυλαί̣ας ὀπωρινῆς, ἱερομνημονούντων
Αἰτωλῶν Φύσκου, Δαμοτέλευς, Φαλαυσία, Δικαιάρχου, Δαϊμάχου
Ἀγεμάχου, Πολεμάρχου, Τεισία, Κυψέλου, Καφισία, Ἀντιγένευς·
Δελφῶν Πολύωνος, Διοδώρου· Οἰνοπίδου ἐχ Χίου· ἐδόθη ἁ αὐ-
5 τὰ προδικία καὶ ἀσφάλεια καὶ τᾶν χοραγιᾶν ἀφεῖσθαι,
τᾶν τοὶ Δελφοὶ ἄγοντι, Ἀνταγόραν.
Search Help
Contact Us