[ ]
Phokis — Delphi — 228-232 BC? — FD 3:3.219bis
| 1 | [θεο]ί. |
| [ἐπὶ — —c.10— — ἄρχοντος ἐν Δελφοῖς, πυλαίας] ὀπωρινῆς, ἱερομναμ[ονούν]- | |
| [των· Αἰτωλῶν {²3 noms}² — — —]ου, Πολλαιτίου, Εὐάρχου, [․․․․․] | |
| [․․, {²4 noms}²— — —ο]υ, Κύδωρος· Χίου Ἀλκι[μάχου]· | |
| 5 | [Δελφῶν {²2 noms}²· ἔδοξε τοῖς Ἀμφι]κ̣τίοσιν· ἐπειδὴ Ἀλκίμαχος [․․․․] |
| [․․․ Χῖος, ἀποσταλεὶς ἱερομνάμων ὑπὸ τᾶς πόλιος τᾶ]ς Χίων, τά τε κατὰ τὰς θυ[σίας] | |
| [καλῶς καὶ λαμπρῶς συνετέλεσεν, πλείσταν ἐ]πιμέλειαν ποιούμενος τ[ᾶς] | |
| [ἐν τὸ δαιμόνιον εὐσεβείας, τάς τε δίκας μετὰ] τῶν συνιερομναμόνων τὰ[ς] | |
| [μὲν διέλυσε, τὰς δὲ διέκρινε δικαίως καὶ κατὰ τοὺ]ς νόμους, τοῦ τε ἀγῶνος συ[νε]- | |
| 10 | [πεμελήθη ἀκολούθως τοῖς ψαφίσμασι τῶν Ἀμφι]κτιόνων ἀξίως τᾶς τοῦ θεοῦ [τι]- |
| [μᾶς καὶ τᾶς πόλιος τᾶς Χίων, καὶ διετέλει χρείας παρ]εχόμενος πάντοις τοῖς ἀφικν[ου]- | |
| [μένοις εἰς τὰν πόλιν, ἀπόδειξιν ποιούμενος τ]ᾶς εὐνοίας ἃν ἔχει ποτὶ τὸ κ[οι]- | |
| [νὸν τῶν Αἰτωλῶν καὶ ποτὶ τοὺς ἄλλους Ἀμφικτί]ονας, ἔν τε τᾶι λοιπᾶι ἀρχᾶι δ̣[ια]- | |
| [τετέλεκε τοῖς τε συνιερομνάμοσι καὶ τοῖς ἄλλοι]ς μεγάλας χρείας παρεχόμ[ε]- | |
| 15 | [νος καὶ λέγων καὶ πράσσων ἀεὶ τὰ συμφέροντα τ]οῖς Ἀμφικτίοσιν· ἐπαινέσαι |
| [Ἀλκίμαχον ․․c.7․․ Χῖον καὶ στεφανῶσαι αὐτὸ]ν χρυσέωι στεφάνωι καὶ ε<ἰ>κόν[ι] | |
| [χαλκῆι· τὸν δὲ στέφανον καὶ τὰν εἰκόνα ἀνακα]ρῦξαι ἐν μὲν Δελφοῖς Πυθί- | |
| [οις τῶι ἀγῶνι, ἐν Χίωι δὲ Διονυσίοις ἐν τῶι θεάτρ]ωι ὅτι οἱ Ἀμφικτίονες στε- | |
| [φανοῦντι τὸν ἱερομνάμονα Ἀλκίμαχον ․․․]․ΝΟΥ Χῖον χρυσέωι στεφά- | |
| 20 | [νωι, στάσοντι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ․․․․․․․․․]Λ[․․]Ο[․]ΘΕ [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] |